Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

ΟΜΗΡΟΥ ΙΛΙΑΣ Γ', 203-244

ΟΤΑΝ Η ΕΛΕΝΗ ΔΕΙΧΝΕΙ ΣΤΟΝ ΠΡΙΑΜΟΝ ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΟΔΥΣΣΕΥΣ ΑΝΑΜΕΣΑ ΣΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΑΧΑΙΩΝ, ΤΟΝ ΛΟΓΟΝ ΠΑΙΡΝΕΙ Ο ΤΡΩΣ ΓΕΡΩΝ ΑΝΤΗΝΩΡ. Ο ΑΝΤΗΝΩΡ ΕΞΙΣΤΟΡΕΙ ΤΗΝ ΕΜΠΕΙΡΙΑ ΤΟΥ ΑΠΟ ΤΟΝ ΜΕΝΕΛΑΟΝ ΚΑΙ ΤΟΝ ΟΔΥΣΣΕΑ ΟΤΑΝ ΕΚΕΙΝΟΙ ΕΙΧΑΝ ΠΑΕΙ ΣΤΗΝ ΤΡΟΙΑ ΠΡΟ ΤΟΥ ΤΡΩΙΚΟΥ ΠΟΛΕΜΟΥ ΓΙΑ ΝΑ ΖΗΤΗΣΟΥΝ ΤΗΝ ΑΡΠΑΧΘΕΙΣΑ ΕΛΕΝΗ. ΕΠΕΙΤΑ Η ΕΛΕΝΗ ΠΑΡΟΥΣΙΑΖΕΙ ΣΤΟΝ ΠΡΙΑΜΟΝ ΤΟΝ ΑΙΑΚΙΔΗ ΑΙΑΝΤΑ ΚΑΙ ΤΟΝ ΚΡΗΤΑ ΙΔΟΜΕΝΕΑ. ΣΥΝΑΜΑ ΑΝΑΖΗΤΕΙ ΑΝΑΜΕΣΑ ΣΤΟ ΠΛΗΘΟΣ ΚΑΙ ΤΑ ΑΔΕΛΦΙΑ ΤΗΣ, ΤΟΥΣ ΔΙΟΣΚΟΥΡΟΥΣ, ΚΑΘΩΣ ΔΕΝ ΓΝΩΡΙΖΕΙ ΠΩΣ ΑΥΤΟΙ ΕΙΝΑΙ ΝΕΚΡΟΙ. Τὴν δ’ αὖτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· «ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺς σεῦ ἕνεκ’ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ· τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δ’ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς· ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον, ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μέν, ἀλλὰ μάλα λιγέως,
Πρόσφατες αναρτήσεις

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Γ', 159-202

Η ΕΛΕΝΗ ΜΟΛΙΣ ΕΧΕΙ ΒΓΕΙ ΑΠΟ ΤΟ ΠΑΛΑΤΙ ΚΑΙ ΚΑΤΕΥΘΥΝΕΤΑΙ ΣΤΙΣ ΣΚΑΙΕΣ ΠΥΛΕΣ, ΟΠΟΥ ΒΡΙΣΚΕΤΑΙ Ο ΠΡΙΑΜΟΣ ΚΑΙ ΔΙΑΦΟΡΟΙ ΑΛΛΟΙ ΤΡΩΕΣ. Ο ΠΡΙΑΜΟΣ ΦΩΝΑΖΕΙ ΤΗΝ ΕΛΕΝΗ ΝΑ ΚΑΘΙΣΕΙ ΔΙΠΛΑ ΤΟΥ ΚΑΙ ΤΗΣ ΖΗΤΑ ΝΑ ΤΟΥ ΠΕΙ ΠΟΙΟΙ ΕΙΝΑΙ ΜΕΡΙΚΟΙ ΑΠΟ ΤΟΥΣ ΑΝΤΡΕΣ ΠΟΥ ΕΒΛΕΠΕ ΑΝΑΜΕΣΑ ΣΤΟΥΣ ΑΧΑΙΟΥΣ ΚΑΙ ΤΟΥ ΕΙΧΑΝ ΤΡΑΒΗΞΕΙ ΤΟ ΒΛΕΜΜΑ. Η ΕΛΕΝΗ ΤΟΥ ΑΠΑΝΤΑ ΣΤΙΣ ΕΡΩΤΗΣΕΙΣ ΚΑΙ ΕΤΣΙ ΣΥΣΤΗΝΕΙ ΣΤΟΝ ΕΚΥΡΟΝ ΤΗΣ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ ΚΑΙ ΤΟΝ ΟΔΥΣΣΕΑ... οἳ δ’ ὡς οὖν εἴδονθ’ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον· «οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ’ ἐν νηυσὶ νεέσθω, μηδ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσσω πῆμα λίποιτο.» Ὣς ἄρ’ ἔφαν, Πρίαμος δ’ Ἑλένην ἐκαλέσσατο φωνῇ· «δεῦρο πάροιθ’ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο, ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε— οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν, οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν— ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς, ὅς τις ὅδ’ ἐστὶ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Γ', 76-158

Ο ΕΚΤΩΡ ΣΥΜΦΩΝΕΙ ΜΕ ΤΑ ΛΟΓΙΑ ΤΟΥ ΠΑΡΙΔΟΣ ΚΑΙ ΠΗΓΑΙΝΕΙ ΣΤΟ ΠΕΔΙΟΝ ΤΗΣ ΜΑΧΗΣ, ΩΣΤΕ ΝΑ ΖΗΤΗΣΕΙ ΑΠΟ ΤΟΥΣ ΑΧΑΙΟΥΣ ΝΑ ΑΝΑΜΕΤΡΗΘΟΥΝ ΜΟΝΟΝ Ο ΠΑΡΙΣ ΚΑΙ Ο ΜΕΝΕΛΑΟΣ ΚΑΙ ΑΠΟ ΤΗΝ ΝΙΚΗ ΕΝΟΣ ΑΠΟ ΤΟΥΣ ΔΥΟ ΝΑ ΚΡΙΘΕΙ ΚΑΙ ΤΟ ΑΠΟΤΕΛΕΣΜΑ ΤΟΥ ΠΟΛΕΜΟΥ. ΟΙ ΥΠΟΛΟΙΠΟΙ ΣΤΡΑΤΙΩΤΕΣ ΘΑ ΣΕΒΑΣΤΟΥΝ ΤΟ ΑΠΟΤΕΛΕΣΜΑ, ΘΑ ΑΠΟΔΩΣΟΥΝ ΣΤΟΝ ΝΙΚΗΤΗ ΤΗΝ ΕΛΕΝΗ, ΤΑ ΚΤΗΜΑΤΑ ΚΑΙ ΤΑ ΠΑΝΤΑ ΚΑΙ ΜΕΤΑΞΥ ΤΩΝ ΔΥΟ ΣΤΡΑΤΟΠΕΔΩΝ ΘΑ ΓΙΝΟΥΝ ΟΡΚΟΙ ΕΙΡΗΝΗΣ. Ο ΜΕΝΕΛΑΟΣ ΣΥΜΦΩΝΕΙ ΚΑΙ ΕΤΣΙ ΕΤΟΙΜΑΖΟΥΝ ΤΙΣ ΣΠΟΝΔΕΣ ΚΑΙ ΤΙΣ ΘΥΣΙΕΣ ΣΤΗΝ ΓΗ, ΣΤΟΝ ΗΛΙΟΝ ΚΑΙ ΣΤΟΝ ΔΙΑ, ΩΣΤΕ ΝΑ ΕΠΙΣΦΡΑΓΙΣΟΥΝ ΤΟΥΣ ΟΡΚΟΥΣ. ΦΩΝΑΖΟΥΝ ΚΑΙ ΤΟΝ ΠΡΙΑΜΟΝ ΝΑ ΕΠΙΚΥΡΩΣΕΙ ΤΗΝ ΣΥΜΦΩΝΙΑ, ΔΙΟΤΙ ΑΦ' ΕΝΟΣ ΗΤΑΝ Ο ΓΗΡΑΙΟΤΕΡΟΣ ΤΩΝ ΤΡΩΩΝ, ΑΡΑ ΚΑΙ Ο ΠΙΟ ΜΥΑΛΩΜΕΝΟΣ, ΑΦ' ΕΤΕΡΟΥ ΛΟΓΩ ΤΩΝ ΠΑΙΔΩΝ ΤΟΥ ΕΙΧΑΝ ΦΤΑΣΕΙ ΣΕ ΑΥΤΟ ΤΟ ΣΗΜΕΙΟΝ.  ΣΥΝΑΜΑ Η ΙΡΙΣ, ΕΧΟΝΤΑΣ ΠΑΡΕΙ ΤΗΝ ΜΟΡΦΗ ΤΗΣ ΛΑΟΔΙΚΗΣ, ΤΗΣ ΓΑΛΟΩ (ΚΟΥΝΙΑΔΑΣ) ΤΗΣ ΕΛΕΝΗΣ, ΤΡΕΧΕΙ ΣΤΟ ΜΕΓΑΡΟΝ ΝΑ ΒΡΕΙ ΤΗΝ ΕΛΕΝΗ. Η ΙΡΙΣ ΤΗΝ ΒΡΙΣΚΕΙ ΝΑ ΥΦΑΙΝΕΙ ΣΤΟΝ ΑΡΓΑΛΕΙΟ ΚΑΙ ΤΗΣ ΛΕΕΙ ΝΑ ΑΦΗΣΕΙ ΤΙΣ ΕΡΓΑΣΙΕΣ ΤΗΣ, ΕΝΗΜΕΡΩΝΟΝΤΑΣ ΤΗΝ ΓΙΑ ΤΑ ΟΣΑ ΣΥΜΒΑΙΝΟΥΝ ΚΑΙ ΘΑ ΣΥΜΒΟΥΝ ΜΕΤΑ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Γ', 1-75

ΤΡΩΕΣ ΚΑΙ ΑΧΑΙΟΙ ΜΑΖΕΥΟΝΤΑΙ ΣΥΣΤΡΑΤΕΥΜΕΝΟΙ ΣΤΟ ΠΕΔΙΟΝ ΤΗΝ ΜΑΧΗΣ. ΟΙ ΜΕΝ ΤΡΩΕΣ ΕΠΟΡΕΥΟΝΤΟ ΜΕ ΚΛΑΓΓΗ ΚΑΙ ΦΩΝΕΣ, ΟΙ ΔΕ ΑΧΑΙΟΙ ΑΜΙΛΗΤΟΙ ΑΛΛΑ ΑΠΟΠΝΕΟΝΤΕΣ ΜΕΝΟΣ ΕΚΙΝΟΥΝΤΟ ΣΑΝ ΘΥΕΛΛΑ, ΣΗΚΩΝΟΝΤΑΣ ΣΚΟΝΗ ΜΕ ΤΑ ΠΟΔΙΑ ΤΟΥΣ. ΟΤΑΝ ΕΦΤΑΣΑΝ ΚΟΝΤΑ Ο ΕΝΑΣ ΣΤΡΑΤΟΣ ΣΤΟΝ ΑΛΛΟΝ, ΣΤΟΥΣ ΤΡΩΕΣ ΠΡΟΜΑΧΙΖΕ Ο ΑΛΕΞΑΝΔΡΟΣ-ΠΑΡΙΣ, ΦΟΡΩΝΤΑΣ ΣΤΟΥΣ ΩΜΟΥΣ ΤΟΥ ΔΕΡΜΑ ΛΕΟΠΑΡΔΑΛΗΣ, ΟΠΛΙΣΜΕΝΟΣ ΜΕ ΤΟΞΑ ΚΑΙ ΞΙΦΟΣ, ΑΛΛΑ ΚΑΙ ΔΥΟ ΔΟΡΑΤΑ ΦΙΝΙΡΙΣΜΕΝΑ ΜΕ ΧΑΛΚΟΝ. Ο ΠΑΡΙΣ ΠΡΟΚΑΛΟΥΣΕ ΤΟΥΣ ΑΡΙΣΤΟΥΣ ΤΩΝ ΑΡΓΕΙΩΝ ΝΑ ΑΝΑΜΕΤΡΗΘΟΥΝ ΜΑΖΙ ΤΟΥ ΣΕ ΜΑΧΗ.  ΟΤΑΝ ΤΟΝ ΠΗΡΕ ΕΙΔΗΣΙΝ Ο ΓΕΝΝΑΙΟΣ ΜΕΝΕΛΑΟΣ ΕΧΑΡΗ ΩΣ ΠΕΙΝΑΣΜΕΝΟΣ ΛΕΩΝ ΠΟΥ ΣΥΝΑΝΤΑ ΘΗΡΑΜΑ. ΚΑΙ ΚΑΘΩΣ Ο ΜΕΝΕΛΑΟΣ ΤΟΝ ΕΙΔΕ ΜΠΡΟΣΤΑ ΤΟΥ, ΕΛΕΓΕ ΠΩΣ ΘΑ ΤΟΝ ΤΙΜΩΡΗΣΕΙ ΚΑΙ ΠΗΔΗΞΕ ΜΟΝΟΜΙΑΣ ΣΤΗΝ ΓΗ ΑΠΟ ΤΟ ΑΡΜΑ ΤΟΥ ΠΑΝΟΠΛΟΣ. ΟΤΑΝ ΤΟΝ ΕΙΔΕ Ο ΠΑΡΙΣ ΧΛΩΜΙΑΣΑΝ ΤΑ ΜΑΓΟΥΛΑ ΤΟΥ ΚΑΙ ΕΤΡΕΜΕ Η ΚΑΡΔΙΑ ΤΟΥ ΚΑΙ ΕΤΣΙ ΟΠΙΣΘΟΧΩΡΗΣΕ ΑΜΕΣΩΣ ΑΝΑΜΕΣΑ ΣΤΟ ΥΠΟΛΟΙΠΟΝ ΣΤΡΑΤΕΥΜΑ ΤΩΝ ΤΡΩΩΝ ΓΙΑ ΝΑ ΓΛΥΤΩΣΕΙ ΑΠΟ ΤΑ ΧΕΡΙΑ ΤΟΥ ΜΕΝΕΛΑΟΥ (ΕΞ ΟΥ ΚΑΙ ΕΝΑΣ ΑΠΟ ΤΟΥΣ ΛΟΓΟΥΣ ΠΟΥ Ο ΟΜΗΡΟΣ ΤΟΝ ΜΕΤOΝΟΜΑΖΕΙ ΣΕ ΠΑΡΙΝ = ΔΕΙΛΟΝ).  ΟΤΑΝ ΕΙΔΕ Ο ΕΚΤΩΡ ΤΟΝ ΑΔΕ
Ο ΓΛΩΣΣΙΚΟΣ ΑΦΕΛΛΗΝΙΣΜΟΣ ΕΝΤΟΣ ΚΑΙ ΕΚΤΟΣ ΤΗΣ ΜΗΤΡΟΠΟΛΙΤΙΚΗΣ ΕΛΛΑΔΟΣ ΚΑΙ Η ΠΑΝΑΡΧΑΙΑ ΑΠΟΙΚΗΣΙΣ ΤΗΣ ΚΡΟΝΙΑΣ/ ΟΙΝΩΤΡΙΑΣ (ΣΗΜΕΡΙΝΗΣ ΙΤΑΛΙΑΣ) ΑΠΟ ΤΟΥΣ ΕΛΛΗΝΕΣ ΠΟΛΥ ΠΡΙΝ ΤΟΝ ΚΑΤΑΚΛΥΣΜΟΝ ΤΟΥ ΔΕΥΚΑΛΙΩΝΟΣ ΠΟΥ ΣΥΣΤΗΜΑΤΙΚΩΣ ΑΠΟΚΡΥΠΤΕΤΑΙ  ΟΠΤΙΚΟΑΚΟΥΣΤΙΚΟ ΑΠΟΣΠΑΣΜΑ Παρακολουθώντας κανεὶς στὴν μαγνητοσκόπησιν τὶς μαρτυρίες τῶν λιγοστῶν καὶ γηραιῶν πλέον κατοίκων τῆς Κάτω Ἰταλίας καὶ τῶν ἀκόμη πιὸ λίγων ποὺ διατηροῦν μέχρι σήμερα καθαρωτέρα τὴν ἑλληνικὴ αὐδὴ στὰ μέρη αὐτά, κατανοεῖ τὸν σταδιακὸν ἀφελληνισμὸν ποὺ ἐπιτυγχάνεται -καὶ- ἐκεῖ ἀφ' ἑνὸς διὰ τῆς ἐρημοποιήσεως καὶ ἀφ' ἑτέρου διὰ τῆς ἐξαλείψεως τῶν τοπικῶν διαλέκτων καὶ τοῦ σταδιακοῦ ἐκβαρβαρισμοῦ τῆς γλώσσης καὶ μάλιστα μὲ τὶς εὐλογίες τῶν «ἐπιστημόνων». Διότι ἀλλοίμονον ἄν ἡ γλῶσσα ἦταν ἁπλῶς ἕνας τρόπος ἐπικοινωνίας, ὅπως εἴθισται νὰ θεωρεῖται ἐκ πολλῶν «ἐγκρίτων» σήμερα, καὶ ὄχι ὁ κῶδιξ προγραμματισμοῦ τοῦ ἐγκεφάλου, ὁ δίαυλος συνδέσεως καὶ ἐκφράσεως τῆς ψυχῆς/ διανοίας μὲ τὸν ἐξωτερικὸν κόσμον, ἡ «ὑπὸ γνῶσιν ἄγουσα τὰ ἐν τῇ διανοίᾳ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 243-300

ΣΤΗΝ ΑΓΟΡΑ Ο ΟΔΥΣΣΕΥΣ ΤΣΑΚΩΝΕΤΑΙ ΜΕ ΤΟΝ ΑΜΕΤΡΟΕΠΗ ΘΕΡΣΙΤΗ ΠΟΥ ΒΡΙΖΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ. Ο ΟΔΥΣΣΕΥΣ ΧΤΥΠΑ ΤΟΝ ΘΕΡΣΙΤΗ ΚΑΙ ΕΚΕΙΝΟΣ ΥΠΟΧΩΡΕΙ. ΜΕΤΑ ΤΗΝ ΔΙΕΝΕΞΙΝ, Ο ΟΔΥΣΣΕΥΣ ΒΓΑΖΕΙ ΛΟΓΟΝ ΣΤΗΝ ΠΑΝΣΤΡΑΤΕΙΑ ΤΩΝ ΑΧΑΙΩΝ   «...ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων· ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο».  Ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, Θερσίτης· τῷ δ’ ὦκα παρίστατο δῖος Ὀδυσσεύς, καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· «Θερσῖτ’ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο, μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι βασιλεῦσιν· οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον ἔμμεναι, ὅσσοι ἅμ’ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον. τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις, καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις. οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα, ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν. τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν, ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις. ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 198-242

Ο ΟΔΥΣΣΕΥΣ ΚΑΤΑΦΕΡΝΕΙ ΝΑ ΑΓΕΙΡΕΙ ΠΑΛΙ ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΠΟΥ ΕΧΕΙ ΑΠΟΣΥΡΘΕΙ ΣΤΑ ΠΛΟΙΑ ΓΙΑ ΝΑ ΦΥΓΕΙ. ΣΤΗΝ ΑΓΟΡΑ Ο ΘΕΡΣΙΤΗΣ ΒΡΙΖΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ  «δαιμόνι’ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς· οὐ γάρ πω σάφα οἶσθ’ οἷος νόος Ἀτρεΐωνος· νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν  ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε; μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν· θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, τιμὴ δ’ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.  Ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· δαιμόνι’ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, οἳ σέο φέρτεροί εἰσι, σὺ δ’ ἀπτόλεμος καὶ ἄναλκις οὔτέ ποτ’ ἐν πολέμῳ ἐναρίθμιος οὔτ’ ἐνὶ βουλῇ· οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί· οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι. Ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δ’ ἀγορὴν δὲ αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων ἠχῇ,

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 166-197

Η ΑΘΗΝΑ ΤΡΕΧΕΙ ΣΤΙΣ ΝΗΕΣ ΤΩΝ ΑΧΑΙΩΝ ΝΑ ΤΟΥΣ ΕΜΠΟΔΙΣΕΙ ΝΑ ΠΑΛΙΝΝΟΣΤΗΣΟΥΝ ΚΑΙ ΝΑ ΕΓΚΑΤΑΛΕΙΨΟΥΝ ΤΟΝ ΠΟΛΕΜΟΝ. ΕΚΕΙ ΒΡΙΣΚΕΙ ΤΟΝ ΟΔΥΣΣΕΑ ΚΑΙ ΤΟΝ ΝΟΥΘΕΤΕΙ ΝΑ ΜΗΝ ΑΦΗΣΕΙ ΤΟΥΣ ΥΠΟΛΟΙΠΟΥΣ ΝΑ ΕΓΚΑΤΑΛΕΙΨΟΥΝ ΤΗΝ ΤΡΟΙΑ. Ο ΟΔΥΣΣΕΥΣ ΤΡΕΧΕΙ ΣΤΟ ΣΤΡΑΤΕΥΜΑ ΚΑΙ ΠΡΟΣΠΑΘΕΙ ΝΑ ΜΕΤΑΠΕΙΣΕΙ ΤΟΥΣ ΑΡΧΗΓΟΥΣ ΤΟΥ ΚΑΘΕ ΤΑΓΜΑΤΟΣ ΝΑ ΜΗΝ ΥΠΟΧΩΡΗΣΟΥΝ  Ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη, εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· «ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης, κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης· ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας».  Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη, βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα· καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. εὗρεν ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐσταότ’· οὐδ’ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης ἅπτετ’, ἐπεί

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 155-165

ΟΙ ΑΧΑΙΟΙ ΕΙΝΑΙ ΕΤΟΙΜΟΙ ΝΑ ΕΓΚΑΤΑΛΕΙΨΟΥΝ ΤΗΝ ΤΡΟΙΑ ΚΑΙ ΝΑ ΠΑΛΙΝΝΟΣΤΗΣΟΥΝ. Η ΗΡΑ ΦΩΝΑΖΕΙ ΣΤΗΝ ΑΘΗΝΑ ΝΑ ΤΟΥΣ ΕΜΠΟΔΙΣΟΥΝ  Ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη, εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· «ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης, κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης· ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας».  Τὸ ἠχητικὸν ἀπόσπασμα ἐδῶ :  ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 155-165

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 96-154

ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΤΩΝ ΑΧΑΙΩΝ ΠΕΦΤΕΙ ΣΤΗΝ ΠΑΓΙΔΑ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ ΚΑΙ ΕΙΝΑΙ ΕΤΟΙΜΟΝ ΝΑ ΓΥΡΙΣΕΙ ΣΤΗΝ ΠΑΤΡΙΔΑ. Η ΠΕΡΙΓΡΑΦΗ ΚΑΙ Η ΙΣΤΟΡΙΑ ΤΟΥ ΗΦΑΙΣΤΟΤΕΥΚΤΟΥ ΣΚΗΠΤΡΟΥ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ  μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος· οἳ δ’ ἀγέροντο. τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα λαῶν ἱζόντων, ὅμαδος δ’ ἦν·  ἐννέα δέ σφεας κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ’ ἀϋτῆς σχοίατ’, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. σπουδῇ δ’ ἕζετο λαός, ἐρήτυθεν δὲ καθ’ ἕδρας παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, αὐτὰρ ὃ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι, πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. τῷ ὅ γ’ ἐρεισάμενος ἔπε’ Ἀργείοισι μετηύδα· «ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ σχέτλιος, ὃς πρὶν μέν μοι ὑπ