Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Μάιος, 2024

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 121-129

Ο ΑΓΑΜΕΜΝΩΝ ΛΕΕΙ ΣΤΟ ΣΤΡΑΤΕΥΜΑ ΟΤΙ ΘΑ ΕΠΙΣΤΡΕΨΕΙ ΤΗΝ ΧΡΥΣΗΙΔΑ ΣΤΟΝ ΠΑΤΕΡΑ ΤΗΣ, ΑΛΛΑ ΖΗΤΑ ΝΕΟΝ ΓΕΡΑΣ. Η ΑΠΑΝΤΗΣΙΣ ΤΟΥ ΑΧΙΛΛΕΩΣ (αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατ’ ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε· λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ). Τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· «Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων, πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά· ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν. ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ τριπλῇ τετραπλῇ τ’ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι». Τὸ ἠχητικὸν ἀπόσπασμα ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 121-129 Σημειώσεις : «ἔω» : σημαίνει πορεύομαι, βαδίζω· ἐξ οὗ τὸ εἶμι (βλ. καὶ ἴω, ἴτε) καὶ οἱ παραγωγικὲς καταλήξεις -εω, -ευς, -ειν, -ους, -εων, -ιων, -ιεις, -ιος, -ιτος, -ιμος κλπ δηλοῦσες τὴν προέλευσιν τινός (χρυσοῦς, Θηβαιεύς, παπυρεών = μέρος κατάφυτον ἐκ παπύρου), ἀλλὰ καὶ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α', 92-120

(Α', 85-91)/ 92-120 Ο ΜΑΝΤΙΣ ΚΑΛΧΑΣ ΑΝΑΦΕΡΕΙ ΣΤΗΝ ΑΓΟΡΑ ΤΟΥΣ ΛΟΓΟΥΣ ΠΟΥ Ο ΑΠΟΛΛΩΝ ΕΧΕΙ ΧΟΛΙΑΣΕΙ ΜΑΖΙ ΤΟΥΣ ΚΑΙ ΤΟΥΣ ΕΣΤΕΙΛΕ ΤΟΝ ΛΟΙΜΟΝ. Ο ΑΓΑΜΕΜΝΩΝ ΑΝΑΓΚΑΖΕΤΑΙ ΝΑ ΕΠΙΣΤΡΕΨΕΙ ΤΗΝ ΧΡΥΣΗΙΔΑ ΣΤΟΝ ΠΑΤΕΡΑ ΤΗΣ  (Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ, Κάλχαν, εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι).  Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων ·   «Οὔ τ’ ἄρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης, ἀλλ’ ἕνεκ’ ἀρητῆρος, ὃν ἠτίμησ’ Ἀγαμέμνων, οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα·  τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει, οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην ἀπριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβην ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν».  Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη ἥρ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 84-91

Η ΑΠΑΝΤΗΣΙΣ ΤΟΥ ΑΧΙΛΛΕΩΣ ΣΤΑ ΛΟΓΙΑ ΤΟΥ ΚΑΛΧΑΝΤΟΣ «ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις». Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· «Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ, Κάλχαν, εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι». Τὸ ἡχητικὸν ἀπόσπασμα ἐδῶ :  ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 84-91 Σημειώσεις : «ἀπαμειβόμενος» : ἀνταλλάσσω, ἀλλὰ καὶ ἀλλάζω θέσιν εἰς τὸν τόπον, ἤτοι κινοῦμαι· «ἀμείβου» = φύγε, κινήσου, «κουνήσου», ἐξ οὗ τὰ ἀμοιβή, ἀμοιβάς (λόγῳ τοῦ ὅτι μεταβάλλεται, δὲν ἔχει συγκεκριμένον σχῆμα), ἀμευσίπορος ( = τὸ σημεῖον ποὺ διασταυρώνονται οἱ δρόμοι), ἀμεύομαι ( = διέρχομαι, κυριαρχῶ), διαμευστής ( = ὁ ἀλαζών) κοκ· ἀλλὰ καὶ πλεῖστα ἀλλόθροα ὅπως τὰ movere, move, mouvoir, muovere ( = κινοῦμαι), émouvoir ( =

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 73-83

(Α', 68-72)/ 73-83 Η ΑΓΟΡΕΥΣΙΣ ΤΟΥ ΜΑΝΤΕΩΣ ΚΑΛΧΑΝΤΟΣ ΣΤΗΝ ΑΓΟΡΑ ΤΩΝ ΑΧΑΙΩΝ  (Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ’ ἄριστος, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων)·  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·  «Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν· ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις».  ...   Τὸ ἡχητικὸν ἀπόσπασμα ἐδῶ :  ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α', 73-83 Σημειώσεις :  ἕηκε : < ἕηκα ἐπικὸς τύπος ἧκα·  ἵημι, ἵην, ἥσω, ἧκα, εἷκα, εἵκειν  ἵεμαι, ἱέμην, ἥσομαι/ ἑθήσομαι, ἡκάμην/ εἵμην/ ε