Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΕΛΛΗΝΙΚΑ ΤΟΠΩΝΥΜΙΑ (ΜΕΡΟΣ 5ον) ΕΛΒΕΤΙΑ/ΓΕΡΜΑΝΙΑ/ΜΟΝΑΚΟ

ΕΛΛΗΝΙΚΑ ΤΟΠΩΝΥΜΙΑ (ΜΕΡΟΣ 5ον) : ΕΛΒΕΤΙΑ/ΓΕΡΜΑΝΙΑ/ΜΟΝΑΚΟ

Γράφει ὁ Στράβων στὰ «Γεωγραφικά» του (Δ, 6,1-6,3) : «Ἄρχονται μὲν οὖν αἱ Ἄλπεις οὐκ ἀπὸ Μονοίκου λιμένος͵ ὡς εἰρήκασί τινες͵ ἀλλ΄ ἀπὸ τῶν αὐτῶν χωρίων ἀφ΄ ὧνπερ καὶ τὰ Ἀπέννινα ὄρη κατὰ Γένουαν ἐμπόριον Λιγύων καὶ τὰ καλούμενα Σαβάτων ὀυάδα͵ ὅπερ ἐστὶ τενάγη…ἐντεῦθεν δ΄ εἰς Μονοίκου λιμένα τετρακόσιοι καὶ ὀγδοήκοντα. ἔν τε τῶι μεταξὺ πόλις εὐμεγέθης Ἄλβιον Ἰντεμέλιον καὶ οἱ κατοικοῦντες Ἰντεμέλιοι…ὅλως δὲ ἡ παραλία αὕτη πᾶσα μέχρι Τυρρηνίας ἐκ Μονοίκου λιμένος προσεχής τέ ἐστι καὶ ἀλίμενος πλὴν βραχέων ὅρμων καὶ ἀγκυροβολίων. ὑπέρκεινται δὲ οἱ τῶν ὀρῶν ἐξαίσιοι κρημνοὶ στενὴν ἀπολείποντες πρὸς θαλάττηι πάροδον. κατοικοῦσι δὲ Λίγυες ζῶντες ἀπὸ θρεμμάτων τὸ πλέον καὶ γάλακτος…στρατεύονται δ΄ ἱππεῖς μὲν οὐ πάνυ͵ ὁπλῖται δὲ ἀγαθοὶ καὶ ἀκροβολισταί· ἀπὸ δὲ τοῦ χαλκάσπιδας εἶναι τεκμαίρονταί τινες Ἕλληνας αὐτοὺς εἶναι…Ὁ δὲ τοῦ Μονοίκου λιμὴν ὅρμος ἐστὶν οὐ μεγάλαις οὐδὲ πολλαῖς ναυσίν͵ ἔχων ἱερὸν Ἡρακλέους Μονοίκου καλουμένου · ἔοικε δὲ ἀπὸ τοῦ ὀνόματος καὶ μέχρι δεῦρο διατείνειν ὁ Μασσα