Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α' 92-120

ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α', 92-120

(Α', 85-91)/ 92-120 Ο ΜΑΝΤΙΣ ΚΑΛΧΑΣ ΑΝΑΦΕΡΕΙ ΣΤΗΝ ΑΓΟΡΑ ΤΟΥΣ ΛΟΓΟΥΣ ΠΟΥ Ο ΑΠΟΛΛΩΝ ΕΧΕΙ ΧΟΛΙΑΣΕΙ ΜΑΖΙ ΤΟΥΣ ΚΑΙ ΤΟΥΣ ΕΣΤΕΙΛΕ ΤΟΝ ΛΟΙΜΟΝ. Ο ΑΓΑΜΕΜΝΩΝ ΑΝΑΓΚΑΖΕΤΑΙ ΝΑ ΕΠΙΣΤΡΕΨΕΙ ΤΗΝ ΧΡΥΣΗΙΔΑ ΣΤΟΝ ΠΑΤΕΡΑ ΤΗΣ  (Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ, Κάλχαν, εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι).  Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων ·   «Οὔ τ’ ἄρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης, ἀλλ’ ἕνεκ’ ἀρητῆρος, ὃν ἠτίμησ’ Ἀγαμέμνων, οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα·  τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει, οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην ἀπριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβην ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν».  Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη ἥρ