Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Γ' 203-244

ΟΜΗΡΟΥ ΙΛΙΑΣ Γ', 203-244

ΟΤΑΝ Η ΕΛΕΝΗ ΔΕΙΧΝΕΙ ΣΤΟΝ ΠΡΙΑΜΟΝ ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΟΔΥΣΣΕΥΣ ΑΝΑΜΕΣΑ ΣΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΑΧΑΙΩΝ, ΤΟΝ ΛΟΓΟΝ ΠΑΙΡΝΕΙ Ο ΤΡΩΣ ΓΕΡΩΝ ΑΝΤΗΝΩΡ. Ο ΑΝΤΗΝΩΡ ΕΞΙΣΤΟΡΕΙ ΤΗΝ ΕΜΠΕΙΡΙΑ ΤΟΥ ΑΠΟ ΤΟΝ ΜΕΝΕΛΑΟΝ ΚΑΙ ΤΟΝ ΟΔΥΣΣΕΑ ΟΤΑΝ ΕΚΕΙΝΟΙ ΕΙΧΑΝ ΠΑΕΙ ΣΤΗΝ ΤΡΟΙΑ ΠΡΟ ΤΟΥ ΤΡΩΙΚΟΥ ΠΟΛΕΜΟΥ ΓΙΑ ΝΑ ΖΗΤΗΣΟΥΝ ΤΗΝ ΑΡΠΑΧΘΕΙΣΑ ΕΛΕΝΗ. ΕΠΕΙΤΑ Η ΕΛΕΝΗ ΠΑΡΟΥΣΙΑΖΕΙ ΣΤΟΝ ΠΡΙΑΜΟΝ ΤΟΝ ΑΙΑΚΙΔΗ ΑΙΑΝΤΑ ΚΑΙ ΤΟΝ ΚΡΗΤΑ ΙΔΟΜΕΝΕΑ. ΣΥΝΑΜΑ ΑΝΑΖΗΤΕΙ ΑΝΑΜΕΣΑ ΣΤΟ ΠΛΗΘΟΣ ΚΑΙ ΤΑ ΑΔΕΛΦΙΑ ΤΗΣ, ΤΟΥΣ ΔΙΟΣΚΟΥΡΟΥΣ, ΚΑΘΩΣ ΔΕΝ ΓΝΩΡΙΖΕΙ ΠΩΣ ΑΥΤΟΙ ΕΙΝΑΙ ΝΕΚΡΟΙ. Τὴν δ’ αὖτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· «ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺς σεῦ ἕνεκ’ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ· τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δ’ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς· ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον, ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μέν, ἀλλὰ μάλα λιγέως,