Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Γ' 245-291

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Γ', 245-291

ΟΙ ΣΠΟΝΔΕΣ ΚΑΙ Ο ΟΡΚΟΣ ΠΡΙΝ ΤΗΝ ΜΟΝΟΜΑΧΙΑ ΜΕΝΕΛΑΟΥ-ΠΑΡΙΔΟΣ ΓΙΑ ΤΗΝ ΕΛΕΝΗ ΚΑΙ ΤΑ ΛΟΙΠΑ ΚΤΗΜΑΤΑ. Η ΚΟΙΝΗ ΠΡΟΣΕΥΧΗ/ ΟΜΟΤΡΟΠΟΝ ΤΩΝ ΟΜΑΙΜΩΝ ΑΧΑΙΩΝ-ΤΡΩΩΝ, ΣΤΟΥΣ ΘΕΟΥΣ.  Κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά, ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης, ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα· ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν· «ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων ἐς πεδίον καταβῆναι ἵν’ ὅρκια πιστὰ τάμητε· αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφὶ γυναικί· τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο· οἱ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.» Ὣς φάτο, ῥίγησεν δ’ ὃ γέρων, ἐκέλευσε δ’ ἑταίρους ἵππους ζευγνύμεναι· τοὶ δ’ ὀτραλέως ἐπίθοντο. ἂν δ’ ἄρ’ ἔβη Πρίαμος, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον· τὼ δὲ διὰ Σκαιῶν πεδίον δ’ ἔχον ὠκέας ἵππους. Ἀλλ’ ὅτε δή