Η ΠΕΡΙΓΡΑΦΗ ΤΗΣ ΥΠΟΛΟΙΠΗΣ ΧΩΡΑΣ Συνεχίζει τὴν διήγησίν του περὶ Ἀτλαντίδος ὁ Κριτίας στὸ ὁμώνυμον σύγγραμμα τοῦ Πλάτωνος (118e-121c) λέγοντας : «τῆς δ' ἄλλης χώρας ὡς ἡ φύσις εἶχεν καὶ τὸ τῆς διακοσμήσεως εἶδος, ἀπομνημονεῦσαι πειρατέον. πρῶτον μὲν οὖν ὁ τόπος ἅπας ἐλέγετο σφόδρα τε ὑψηλὸς καὶ ἀπότομος ἐκ θαλάττης, τὸ δὲ περὶ τὴν πόλιν πᾶν πεδίον, ἐκείνην μὲν περιέχον, αὐτὸ δὲ κύκλῳ περιεχόμενον ὄρεσιν μέχρι πρὸς τὴν θάλατταν καθειμένοις, λεῖον καὶ ὁμαλές, πρόμηκες δὲ πᾶν, ἐπὶ μὲν θάτερα τρισχιλίων σταδίων, κατὰ δὲ μέσον ἀπὸ θαλάττης ἄνω δισχιλίων. ὁ δὲ τόπος οὗτος ὅλης τῆς νήσου πρὸς νότον ἐτέτραπτο, ἀπὸ τῶν ἄρκτων κατάβορρος. τὰ δὲ περὶ αὐτὸν ὄρη τότε ὑμνεῖτο πλῆθος καὶ μέγεθος καὶ κάλλος παρὰ πάντα τὰ νῦν ὄντα γεγονέναι, πολλὰς μὲν κώμας καὶ πλουσίας περιοίκων ἐν ἑαυτοῖς ἔχοντα, ποταμοὺς δὲ καὶ λίμνας καὶ λειμῶνας τροφὴν τοῖς πᾶσιν ἡμέροις καὶ ἀγρίοις ἱκανὴν θρέμμασιν, ὕλην δὲ καὶ πλήθει καὶ γένεσι ποικίλην σύμπασίν τε τοῖς ἔργοις καὶ πρὸς ἕκαστα ἄφθονον. ὧδε οὖν τὸ πεδίον φύσε
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης