ΟΙ ΕΛΛΗΝΕΣ ΗΞΕΡΑΝ ΤΟ ΑΛΦΑΒΗΤΟΝ ΚΑΙ ΕΙΧΑΝ ΓΡΑΦΗ ΠΡΙΝ ΤΟΝ ΚΑΤΑΚΛΥΣΜΟΝ ΤΟΥ ΔΕΥΚΑΛΙΩΝΟΣ Γράφει ὁ Διόδωρος Σικελιώτης στὴν «»Ιστορικὴ Βιβλιοθήκη», (5,57) : « ὕστερον δὲ παρὰ τοῖς Ἕλλησι γενομένου κατακλυσμοῦ, καὶ διὰ τὴν ἐπομβρίαν τῶν πλείστων ἀνθρώπων ἀπολομένων, ὁμοίως τούτοις καὶ τὰ διὰ τῶν γραμμάτων ὑπομνήματα συνέβη φθαρῆναι· δι´ ἣν αἰτίαν οἱ Αἰγύπτιοι καιρὸν εὔθετον λαβόντες ἐξιδιοποιήσαντο τὰ περὶ τῆς ἀστρολογίας, καὶ τῶν Ἑλλήνων διὰ τὴν ἄγνοιαν μηκέτι τῶν γραμμάτων ἀντιποιουμένων ἐνίσχυσεν, ὡς αὐτοὶ πρῶτοι τὴν τῶν ἄστρων εὕρεσιν ἐποιήσαντο. ὁμοίως δὲ καὶ Ἀθηναῖοι κτίσαντες ἐν Αἰγύπτῳ πόλιν τὴν ὀνομαζομένην Σάιν, τῆς ὁμοίας ἔτυχον ἀγνοίας διὰ τὸν κατακλυσμόν. δι´ ἃς αἰτίας πολλαῖς ὕστερον γενεαῖς Κάδμος ὁ Ἀγήνορος ἐκ τῆς Φοινίκης πρῶτος ὑπελήφθη κομίσαι γράμματα εἰς τὴν Ἑλλάδα· καὶ ἀπ´ ἐκείνου τὸ λοιπὸν οἱ Ἕλληνες ἔδοξαν ἀεί τι προσευρίσκειν περὶ τῶν γραμμάτων, κοινῆς τινος ἀγνοίας κατεχούσης τοὺς Ἕλληνας». Ἐν ὀλίγοις γράφει πὼς μετὰ τὸν κατακλυσμόν (προφανῶς ἐννοεῖ τοῦ Δευκ
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης