Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 76-96

ΜΕΤΑ ΤΟΝ ΛΟΓΟΝ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ ΣΤΗΝ ΒΟΥΛΗ ΤΩΝ ΓΕΡΟΝΤΩΝ ΑΚΟΛΟΥΘΕΙ Ο ΛΟΓΟΣ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ΠΥΛΟΥ, ΝΕΣΤΟΡΟΣ. ΕΠΕΙΤΑ ΓΙΝΕΤΑΙ ΓΕΝΙΚΗ ΕΠΙΣΤΡΑΤΕΥΣΙΣ ΚΑΙ ΤΙΘΕΤΑΙ ΣΕ ΕΦΑΡΜΟΓΗ ΤΟ ΣΧΕΔΙΟΝ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο, τοῖσι δ’ ἀνέστη Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· «ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι· ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν».  Ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, οἳ δ’ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν· αἳ μέν τ’ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος· οἳ δ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 37-75

Ο ΑΓΑΜΕΜΝΩΝ ΞΥΠΝΑ ΜΕΤΑ ΤΟ ΟΝΕΙΡΟΝ, ΝΤΥΝΕΤΑΙ, ΟΠΛΙΖΕΤΑΙ, ΠΑΙΡΝΕΙ ΤΟ ΣΚΗΠΤΡΟΝ ΤΟΥ ΚΑΙ ΣΥΝΑΓΕΙΡΕΙ ΤΑ ΞΗΜΕΡΩΜΑΤΑ ΤΟΥΣ ΓΗΡΑΙΟΤΕΡΟΥΣ-ΕΜΠΕΙΡΟΤΕΡΟΥΣ ΤΟΥ ΣΤΡΑΤΕΥΜΑΤΟΣ ΤΟΥ ΓΙΑ ΝΑ ΤΟΥΣ ΑΝΑΚΟΙΝΩΣΕΙ ΤΙ ΕΙΔΕ ΣΤΟΝ ΥΠΝΟΝ ΤΟΥ, ΠΡΟΕΤΟΙΜΑΖΟΝΤΑΣ ΤΟΥΣ ΣΥΝΑΜΑ ΓΙΑ ΤΗΝ ΜΑΧΗ ΠΟΥ ΕΠΕΤΑΙ. ΩΣ ΑΡΧΗΓΟΣ ΤΟΥΣ ΕΝΗΜΕΡΩΝΕΙ ΓΙΑ ΤΟ ΣΧΕΔΙΟΝ ΠΟΥ ΕΧΕΙ ΚΑΤΑΣΤΡΩΣΕΙ, ΩΣΤΕ ΝΑ ΔΟΚΙΜΑΣΕΙ ΤΟ ΗΘΙΚΟΝ ΤΟΥ ΣΤΡΑΤΕΥΜΑΤΟΣ ΤΟΥ, ΠΡΙΝ ΤΟΥΣ ΒΓΑΛΕΙ ΣΤΟΝ ΠΟΛΕΜΟΝ Ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ τὰ φρονέοντ’ ἀνὰ θυμὸν ἅ ῥ’ οὐ τελέεσθαι ἔμελλον· φῆ γὰρ ὅ γ’ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· θήσειν γὰρ ἔτ’ ἔμελλεν ἐπ’ ἄλγεά τε στοναχάς τε Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. ἔγρετο δ’ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ’ ὀμφή· ἕζετο δ’ ὀρθωθείς, μαλακὸν δ’ ἔνδυνε χιτῶνα καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων· Ἠὼς μέν

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 11-36

Ο ΑΠΑΤΗΛΟΣ ΟΝΕΙΡΟΣ ΜΕΤΑ ΑΠΟ ΔΙΑΤΑΓΗ ΤΟΥ ΔΙΟΣ ΠΗΓΑΙΝΕΙ ΣΤΗΝ ΣΚΗΝΗ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ. Ο ΟΝΕΙΡΟΣ ΜΕΤΑΜΟΡΦΩΜΕΝΟΣ ΣΤΟΝ ΝΕΣΤΟΡΑ ΛΕΕΙ ΣΤΟΝ ΚΑΘΕΥΔΟΝΤΑ ΑΓΑΜΕΜΝΟΝΑ ΝΑ ΕΠΙΤΕΘΕΙ ΣΤΟΥΣ ΤΡΩΕΣ, ΔΙΑΒΕΒΑΙΩΝΟΝΤΑΣ ΤΟΝ ΠΩΣ ΟΙ ΘΕΟΙ ΠΛΕΟΝ ΕΙΝΑΙ ΟΛΟΙ ΜΕ ΤΟ ΜΕΡΟΣ ΤΩΝ ΑΧΑΙΩΝ «βάσκ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται».  Ὣς φάτο, βῆ δ’ ἄρ’ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, βῆ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν εὕδοντ’ ἐν κλισίῃ, περὶ δ’ ἀμβρόσιος κέχυθ’ ὕπνος. στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ’ Ἀγαμέμνων· τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· «εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ (Α', 577-611)/ Β', 1-10

ΜΕΤΑ ΤΗΝ ΛΟΓΟΜΑΧΙΑ ΔΙΟΣ-ΗΡΑΣ ΓΙΑ ΤΗΝ ΘΕΤΙΝ, ΑΚΟΛΟΥΘΕΙ ΦΑΓΟΠΟΤΙ ΚΑΙ ΥΣΤΕΡΑ ΑΠΑΝΤΕΣ ΟΙ ΘΕΟΙ ΑΠΟΣΥΡΟΝΤΑΙ ΣΤΑ ΔΩΜΑΤΙΑ ΤΟΥΣ ΓΙΑ ΝΑ ΚΟΙΜΗΘΟΥΝ. Ο ΖΕΥΣ ΔΕΝ ΜΠΟΡΕΙ ΝΑ ΚΟΙΜΗΘΕΙ, ΚΑΘΩΣ ΣΚΕΠΤΕΤΑΙ ΜΕ ΠΟΙΟΝ ΤΡΟΠΟΝ ΘΑ ΠΡΑΓΜΑΤΟΠΟΙΗΣΕΙ ΟΣΑ ΥΠΕΣΧΕΘΗ ΣΤΗΝ ΘΕΤΙΝ ΝΩΡΙΤΕΡΑ. ΑΠΟΦΑΣΙΖΕΙ ΤΕΛΙΚΩΣ ΝΑ ΣΤΕΙΛΕΙ ΤΟΝ ΑΠΑΤΗΛΟΝ ΟΝΕΙΡΟΝ ΣΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ, ΩΣΤΕ ΝΑ ΤΟΝ ΞΕΣΗΚΩΣΕΙ ΓΙΑ ΠΟΛΕΜΟΝ ΜΕ ΤΟΥΣ ΤΡΩΕΣ  μητρὶ δ’ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ. εἴ περ γάρ κ’ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· αὐτίκ’ ἔπειθ’ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν».  Ὣς ἄρ’ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· «Τέτλαθι, μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι θεινομένην , τότε δ’ οὔ τι δυνήσομαι ἀχνύμενός περ χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα ῥῖ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 533-611

Η ΗΡΑ ΠΑΙΡΝΕΙ ΕΙΔΗΣΙΝ ΤΗΝ ΣΥΖΗΤΗΣΙΝ ΠΟΥ ΕΙΧΕ Ο ΖΕΥΣ ΜΕ ΤΗΝ ΘΕΤΙΝ. ΤΟ ΖΕΥΓΑΡΙ ΚΑΤΑΛΗΓΕΙ ΝΑ ΤΣΑΚΩΝΕΤΑΙ ΑΣΧΗΜΑ ΚΑΙ ΤΟΥΣ ΣΤΑΜΑΤΑ Ο ΗΦΑΙΣΤΟΣ, Ο ΟΠΟΙΟΣ ΠΑΡΑΚΑΛΕΙ ΤΗΝ ΜΗΤΕΡΑ ΤΟΥ ΝΑ ΟΠΙΣΘΟΧΩΡΗΣΕΙ. ΟΙ ΤΟΝΟΙ ΠΕΦΤΟΥΝ, ΑΚΟΛΟΥΘΟΥΝ ΓΕΛΙΑ ΚΑΙ ΓΕΥΜΑ ΜΕΤΑ ΟΙΝΟΥ ΚΑΙ ΜΟΥΣΙΚΗΣ. ΥΣΤΕΡΑ ΟΙ ΘΕΟΙ ΑΠΟΣΥΡΟΝΤΑΙ ΣΤΑ ΔΩΜΑΤΑ ΤΟΥΣ ΚΑΙ Ο ΖΕΥΣ ΚΑΙ Η ΗΡΑ ΚΟΙΜΟΥΝΤΑΙ ΜΑΖΙ ΣΥΜΦΙΛΙΩΜΕΝΟΙ  «...ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω».  Ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπεῤῥώσαντο ἄνακτος κρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. Τώ γ’ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου, Ζεὺς δὲ ἑὸν πρὸς δῶμα·  θεοὶ δ’ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαν

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 498-533

Ο ΖΕΥΣ ΜΕ ΒΑΡΙΑ ΚΑΡΔΙΑ ΣΥΓΚΑΤΑΝΕΥΕΙ ΣΕ ΟΣΑ ΤΟΝ ΠΑΡΕΚΑΛΕΙ Η ΘΕΤΙΣ ΓΙΑ ΤΟΝ ΥΙΟΝ ΤΗΣ  -ἡ Θέτις- εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· «Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετ’· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ·.  Ὣς φάτο· τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, ἀλλ’ ἀκέων δὴν ἧστο· Θέτις δ’ ὡς ἥψατο γούνων ὣς ἔχετ’ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· «Νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ ἐῢ εἰδῶ ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι».  Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· «Ἦ δὴ λοίγια ἔ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 488-510

Ο ΟΡΓΙΣΜΕΝΟΣ ΜΕ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ ΚΑΙ ΣΤΕΝΑΧΩΡΕΜΕΝΟΣ ΓΙΑ ΤΗΝ ΒΡΙΣΗΙΔΑ, ΑΧΙΛΛΕΥΣ ΑΠΕΧΕΙ ΑΠΟ ΤΟΝ ΠΟΛΕΜΟΝ. Η ΜΗΤΗΡ ΤΟΥ, ΘΕΤΙΣ ΠΗΓΑΙΝΕΙ ΝΑ ΠΑΡΑΚΑΛΕΣΕΙ ΤΟΝ ΔΙΑ ΝΑ ΑΠΟΚΑΤΑΣΤΗΣΕΙ ΤΗΝ ΤΙΜΗ ΤΟΥ ΑΧΙΛΛΕΩΣ αὐτὰρ ἐπεί ῥ’ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν· αὐτοὶ δ’ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. Αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν οὔτέ ποτ’ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ’ ἀϋτήν τε πτόλεμόν τε. Ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς, καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες πάντες ἅμα, Ζεὺς δ’ ἦρχε· Θέτις δ’ οὐ λήθετ’ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλ’ ἥ γ’ ἀνεδύσετο κῦμα θαλάσσης. ἠερίη δ’ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνο

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 466-487

ΤΗΝ ΕΠΟΜΕΝΗ ΗΜΕΡΑ ΤΩΝ ΣΠΟΝΔΩΝ ΣΤΟΝ ΑΠΟΛΛΩΝΑ, Ο ΟΔΥΣΣΕΥΣ ΕΠΙΣΤΡΕΦΕΙ ΜΑΖΙ ΜΕ ΤΟΥΣ ΥΠΟΛΟΙΠΟΥΣ ΣΥΝΤΡΟΦΟΥΣ ΤΟΥ ΑΠΟ ΤΗΝ ΧΡΥΣΑ ΣΤΟ ΣΤΡΑΤΟΠΕΔΟΝ ΤΩΝ ΑΧΑΙΩΝ.  Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων. αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν· καῖε δ’ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ’ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,  ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο καλὸν ἀείδοντες Παιήονα/παιήονα κοῦροι Ἀχαιῶν μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετ’ ἀκούων.  Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 430-465

Ο ΟΔΥΣΣΕΥΣ ΦΤΑΝΕΙ ΣΤΗΝ ΧΡΥΣΑ ΚΑΙ ΠΑΡΑΔΙΔΕΙ ΤΗΝ ΧΡΥΣΗΙΔΑ ΣΤΟΝ ΠΑΤΕΡΑ ΤΗΣ, ΧΡΥΣΗΝ. Ο ΧΡΥΣΗΣ ΔΕΧΕΤΑΙ ΤΗΝ ΚΟΡΗ ΤΟΥ ΚΑΙ ΤΙΣ ΘΥΣΙΕΣ ΠΟΥ ΤΟΥ ΠΡΟΣΦΕΡΟΥΝ ΟΙ ΔΑΝΑΟΙ ΚΑΙ ΖΗΤΑ ΑΠΟ ΤΟΝ ΑΠΟΛΛΩΝΑ ΝΑ ΤΟΥΣ ΣΥΓΧΩΡΕΣΕΙ ΚΑΙ ΝΑ ΑΠΟΜΑΚΡΥΝΕΙ ΑΠΟ ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΤΟΥΣ ΤΟΝ ΛΟΙΜΟΝ. ΥΣΤΕΡΑ ΚΑΘΟΝΤΑΙ ΟΛΟΙ ΜΑΖΙ ΣΥΜΦΙΛΙΩΜΕΝΟΙ ΚΑΙ ΓΕΥΜΑΤΙΖΟΥΝ ΚΑΝΟΝΤΑΣ ΣΠΟΝΔΕΣ ΣΤΟΝ ΑΠΟΛΛΩΝΑ ΚΑΙ ΨΗΝΟΝΤΑΣ ΣΟΥΒΛΑΚΙΑ, ΣΕΦΤΑΛΙΕΣ ΚΑΙ ΚΟΚΟΡΕΤΣΙΑ ΠΟΥ ΕΦΤΙΑΞΑΝ ΟΙ ΙΔΙΟΙ  ««Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο· δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω».  Ὣς ἄρα φωνήσασ’ ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων...  αὐτὰρ Ὀδυσσεὺς ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. οἳ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, ἱστία μὲν στείλαντο, θέσαν δ’ ἐν νηῒ μελαίνῃ, ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες καρπαλίμως, τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 393-430

Ο ΑΧΙΛΛΕΥΣ ΕΞΙΣΤΟΡΕΙ ΣΤΗΝ ΜΗΤΕΡΑ ΤΟΥ, ΘΕΤΙΝ ΟΣΑ ΕΧΟΥΝ ΣΥΜΒΕΙ ΚΑΙ ΤΗΣ ΛΕΕΙ ΝΑ ΠΑΕΙ ΝΑ ΠΑΡΑΚΑΛΕΣΕΙ ΤΟΝ ΔΙΑ ΝΑ ΒΟΗΘΗΣΕΙ ΤΟΥΣ ΤΡΩΕΣ, ΩΣΤΕ ΝΑ ΚΑΤΑΛΑΒΕΙ Ο ΑΓΑΜΕΜΝΩΝ ΤΗΝ ΑΤΙΜΩΣΙΝ ΠΟΥ ΤΟΥ ΕΚΑΝΕ ΚΑΙ ΤΗΝ ΑΞΙΑ ΤΟΥ ΩΣ ΠΟΛΕΜΙΣΤΟΥ. Η ΘΕΤΙΣ ΤΟΝ ΕΙΣΑΚΟΥΕΙ ΚΑΙ ΤΟΥ ΥΠΟΣΧΕΤΑΙ ΟΤΙ ΜΕ ΤΟ ΠΟΥ ΓΥΡΙΣΕΙ Ο ΖΕΥΣ ΑΠΟ ΤΟ ΤΑΞΙΔΙ ΤΟΥ ΣΤΗΝ ΑΙΘΙΟΠΙΑ, ΘΑ ΤΟΝ ΠΑΡΑΚΑΛΕΣΕΙ ΝΑ ΑΠΟΚΑΤΑΣΤΗΣΕΙ ΤΟ ΟΝΟΜΑ ΤΟΥ ΥΙΟΥ ΤΗΣ «ἄμμι δὲ μάντις εὖ εἰδὼς ἀγόρευε θεοπροπίας Ἑκάτοιο. αὐτίκ’ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· Ἀτρεΐωνα δ’ ἔπειτα χόλος λάβεν, αἶψα δ’ ἀναστὰς ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· ἐλθοῦσ’ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, ὁππότε μιν ξυν