Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα Η ΝΑΥΜΑΧΙΑ ΤΗΣ ΣΑΛΑΜΙΝΟΣ (ΜΕΡΟΣ 1ον)

Η ΝΑΥΜΑΧΙΑ ΤΗΣ ΣΑΛΑΜΙΝΟΣ (ΜΕΡΟΣ 1ον)

«Πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα μολπηδὸν εὐφήμησεν, ὄρθιον δ᾽ ἅμα ἀντηλάλαξε νησιώτιδος πέτρας  ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ παιᾶν᾽ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει· σάλπιγξ δ᾽ ἀυτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν. Εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος, θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν. Τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ ὁ πᾶς στόλος ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν πολλὴν βοήν· Ὦ παῖδες Ἑλλήνων, ἴτε, ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ   παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,  θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών. », Αἰσχύλος, Πέρσαι, 388-405 ( = Πρώτ᾽ ἀκούστηκε ἀπ᾽ τὸ μέρος τῶν Ἑλλήνων βουὴ τραγουδιστὰ μὲ ἦχον φαιδρὸν νὰ βγαίνει καὶ δυνατ᾽ ἀντιβούιζαν μαζὶ κι οἱ βράχοι τοῦ νησιοῦ γύρω, ἐνῶ τρομάρα τοὺς βαρβάρους  ἔ πιασεν ὅλους, ποὺ ἔβλεπαν πὼς γελάστηκαν. Γιατὶ δὲν ἦταν γιὰ φευγιὸ ποὺ ἔψαλλαν τότε σεμνὸν παιᾶνα οἱ Ἕλληνες, μὰ σὰν ν