Τὸ ἀρχεῖον ἐδῶ : ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΛΥΣΙΣΤΡΑΤΗ (ΜΕΡΟΣ 7ον, στ. 829-1026) ΣΤΗΝ ΣΚΗΝΗ ΕΙΣΕΡΧΕΤΑΙ Ο ΣΥΖΥΓΟΣ ΤΗΣ ΜΥΡΡΙΝΗΣ, Ο ΠΑΙΟΝΙΔΗΣ ΚΙΝΗΣΙΑΣ, ΟΡΕΞΑΤΟΣ ΓΙΑ ΕΡΩΤΙΚΕΣ ΠΕΡΙΠΤΥΞΕΙΣ ΜΕ ΤΗΝ ΓΥΝΑΙΚΑ ΤΟΥ. Η ΜΥΡΡΙΝΗ ΠΡΟΣΠΑΘΕΙ ΝΑ ΚΡΑΤΗΣΕΙ ΤΟΝ ΟΡΚΟΝ ΠΟΥ ΕΔΩΣΑΝ ΟΛΕΣ ΟΙ ΓΥΝΑΙΚΕΣ ΜΑΖΙ. Ο ΑΡΙΣΤΟΦΑΝΗΣ ΠΡΟΣΦΕΡΕΙ ΓΙΑ ΑΚΟΜΑ ΜΙΑ ΦΟΡΑ ΣΚΗΝΕΣ ΑΠΛΕΤΟΥ ΓΕΛΙΟΥ. ΠΡΩΤΟΤΥΠΟΝ Λυσιστράτη ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρ᾽ ὡς ἐμὲ ταχέως. 830 Γυνή τί δ᾽ ἔστιν; εἰπέ μοι τίς ἡ βοή; Λυσιστράτη ἄνδρ᾽ <ἄνδρ᾽> ὁρῶ προσιόντα παραπεπληγμένον, τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον. ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου μεδέουσ᾽, ἴθ᾽ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν. Γυνή ποῦ δ᾽ ἐστὶν ὅστις ἐστί; 835 Λυσιστράτη παρὰ τὸ τῆς Χλόης. Γυνὴ ὢ νὴ Δί᾽ ἔστι δῆτα. τίς κἀστίν ποτε; Λυσιστράτη ὁρᾶτε· γιγνώσκει τις ὑμῶν; Μυῤῥίνη νὴ Δία ἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας*. Λυσιστράτη σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, 840 καὶ πάνθ᾽ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. Μυῤῥίνη ἀμέλει ποιήσω ταῦτ᾽ ἐγώ. Λ
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης