ΜΕΤΑ ΤΟΝ ΔΙΑΛΟΓΟΝ ΤΟΥ ΚΙΝΗΣΙΑ ΜΕ ΤΟΝ ΚΗΡΥΚΑ ΤΩΝ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ, ΕΙΣΕΡΧΕΤΑΙ ΣΤΗΝ ΣΚΗΝΗ Ο ΧΟΡΟΣ ΤΩΝ ΓΥΝΑΙΚΩΝ ΚΑΙ Ο ΧΟΡΟΣ ΤΩΝ ΓΕΡΟΝΤΩΝ. Τὸ ἀρχεῖον ἐδῶ : ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΛΥΣΙΣΤΡΑΤΗ (ΜΕΡΟΣ 8ον, στ. 1027-1111) ΠΡΩΤΟΤΥΠΟΝ (Χορὸς Γερόντων οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, οὐδὲ πῦρ, οὐδ᾽ ὧδ᾽ ἀναιδὴς οὐδεμία πόρδαλις. 1015 Χορὸς Γυναικῶν ταῦτα μέντοι <σὺ> ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί, ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμ᾽ ἔχειν φίλην; Χορὸς Γερόντων ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι. Χορὸς Γυναικῶν ἀλλ᾽ ὅταν βούλῃ σύ· νῦν δ᾽ οὖν οὔ σε περιόψομαι γυμνὸν ὄνθ᾽ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ. 1020 ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐνδύσω σε προσιοῦσ᾽ ἐγώ. Χορὸς Γερόντων τοῦτο μὲν μὰ τὸν Δί᾽ οὐ πονηρὸν ἐποιήσατε· ἀλλ᾽ ὑπ᾽ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ᾽ ἀπέδυν ἐγώ. Χορὸς Γυναικῶν πρῶτα μὲν φαίνει γ᾽ ἀνήρ, εἶτ᾽ οὐ καταγέλαστος εἶ. κεἴ με μὴ ᾽λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον 1025 τοὐπὶ τὠφθαλμῷ λαβοῦσ᾽ ἐξεῖλον ἂν ὃ νῦν ἔνι). Χορὸς Γερόντων τοῦτ᾽ ἄρ᾽ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί· ἐκσκάλευσον αὐτό,
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης