(Ἀσάμινθος, Παλάτι Νέστορος, Πύλος) ΠΕΡΙ ΚΑΘΑΡΙΣΜΟΥ Γράφει ὁ Ἐπίκτητος (Διατρ., 9-16) στὸ «Περὶ καθαριότητος» σχετικῶς μὲ τὸ πῶς ὀφείλει στὴν φύσιν καὶ ἀξιοπρέπειά του νὰ ζεῖ ἕνας ἄνθρωπος : «...ἀμήχανον ἦν μύξας μὴ ῥεῖν τοῦ ἀνθρώπου τοιοῦτον ἔχοντος τὸ σύγκραμα: διὰ τοῦτο χεῖρας ἐποίησεν ἡ φύσις καὶ αὐτὰς τὰς ῥῖνας ὡς σωλῆνας πρὸς τὸ ἐκδιδόναι τὰ ὑγρά. ἂν οὖν ἀναρροφῇ τις αὐτάς, λέγω ὅτι οὐ ποιεῖ ἔργον ἀνθρωπικόν. ἀμήχανον ἦν μὴ πηλοῦσθαι τοὺς πόδας μηδὲ ὅλως μολύνεσθαι διὰ τοιούτων τινῶν πορευομένους: διὰ τοῦτο ὕδωρ παρεσκεύασεν, διὰ τοῦτο χεῖρας. ἀμήχανον ἦν ἀπὸ τοῦ τρώγειν μὴ ῥυπαρόν τι προσμένειν τοῖς ὀδοῦσι: διὰ τοῦτο ‘πλῦνον,’ φησίν, ‘τοὺς ὀδόντας.’ διὰ τί; ἵν᾽ ἄνθρωπος ᾖς καὶ μὴ θηρίον μηδὲ συίδιον. ἀμήχανον μὴ ἀπὸ τοῦ ἱδρῶτος καὶ τῆς κατὰ τὴν ἐσθῆτα συνοχῆς ὑπολείπεσθαί τι περὶ τὸ σῶμα ῥυπαρὸν καὶ δεόμενον ἀποκαθάρσεως: διὰ τοῦτο ὕδωρ, ἔλαιον, χεῖρες, ὀθόνιον, ξύστρα, νίτρον, ἔσθ᾽ ὅθ᾽ ἡ ἄλλη πᾶσα παρασκευὴ πρὸς τὸ καθῆραι αὐτό...τὰ ἀνθρώπου ποιῇς, εἶτα ἵνα μὴ ἀνιᾷς τοὺς ἐντυ
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης