Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΤΑ ΠΡΟΣΩΝΥΜΙΑ ΤΩΝ ΘΕΩΝ ΖΕΥΣ (ΜΕΡΟΣ 3ον Ι-Μ)

ΤΑ ΠΡΟΣΩΝΥΜΙΑ ΤΩΝ ΘΕΩΝ, ΖΕΥΣ (ΜΕΡΟΣ 3ον, Ι-Μ)

  «Κρόνου δὲ παῖς καὶ χρόνου λέγεται, διήκων ἐξ αἰῶνος ἀτέρμονος εἰς ἕτερον αἰῶνα· ἀστραπαῖός τε καὶ βρονταῖος καὶ αἴθριος καὶ αἰθέριος κεραύνιός τε καὶ ὑέτιος ἀπὸ τῶν ὑετῶν καὶ κεραυνῶν καὶ τῶν ἄλλων καλεῖται. Καὶ μὴν ἐπικάρπιος μὲν ἀπὸ τῶν καρπῶν, πολιεὺς δὲ ἀπὸ τῶν πόλεων ὀνομάζεται, γενέθλιός τε καὶ ἑρκεῖος καὶ ὁμόγνιος καὶ πατρῷος ἀπὸ τῆς πρὸς ταῦτα κοινωνίας, ἑταιρεῖός τε καὶ φίλιος καὶ ξένιος καὶ στράτιος καὶ τροπαιοῦχος καθάρσιός τε καὶ παλαμναῖος καὶ ἱκέσιος καὶ μειλίχιος, ὥσπερ οἱ ποιηταὶ λέγουσι, σωτήρ τε καὶ ἐλευθέριος ἐτύμως, ὡς δὲ τὸ πᾶν εἰπεῖν, οὐράνιός τε καὶ χθόνιος, πάσης ἐπώνυμος φύσεως ὢν καὶ τύχης, ἅτε πάντων αὐτὸς αἴτιος ὤν», Περὶ Κόσμου, 7, Ἀριστοτέλης.  Ἄλλα προσωνύμια τοῦ Διὸς εἶναι καὶ τὰ ἑξῆς :  195. Ἰδαῖος ἤ Ἰδάτας : ὡς γεννηθεὶς ἐπὶ τοῦ ὄρους Ἴδη τῆς Κρήτης.  «ὃς Διὸς ἱρεὺς Ἰδαίου ἐτέτυκτο» , Ἰλιάς, Π', 604-5, Ὅμηρος.  «Ἰδαῖος, ἐπιθετικῶς οὕτως ἐλέγετο Ζεύς, ἀπὸ Ἴδης τοῦ ὄρους Τρωϊκῆς (Π΄, 605). καὶ κύριον ὄνομα τοῦ Τρώων κήρυκος (Γ΄, 248). καὶ τοῦ Δάρ