(Ὁ ναὸς τοῦ Διὸς στὴν Νεμέα) «Ζῆνα θεῶν τὸν ἄριστον ἀείσομαι ἠδὲ μέγιστον εὐρύοπα κρείοντα τελεσφόρον, ὅς τε Θέμιστι ἐγκλιδὸν ἑζομένῃ πυκινοὺς ὀάρους ὀαρίζει. Ἵληθ’ εὐρύοπα Κρονίδη κύδιστε μέγιστε», Ὀρφικοὶ Ὕμνοι/ Εἰς Δία. «Ζεὺς πάντων πατὴρ καὶ οὐρανοῦ καὶ γῆς καὶ θεῶν καὶ ἀνθρώπων καὶ ποταμῶν καὶ φυτῶν, καὶ διὰ τοῦτον ὁρῶμεν καὶ ἔχομεν ὁπόσα ἔχομεν. οὗτος ἁπάντων εὐεργέτης καὶ ἔφορος καὶ προστάτης, οὗτος πρύτανις καὶ ἡγεμὼν καὶ ταμίας ὄντων καὶ γιγνομένων ἁπάντων, οὗτος δοτὴρ ἁπάντων, οὗτος ποιητὴς, οὗτος ἐν μὲν ἐκκλησίαις καὶ δίκαις νίκην διδοὺς ἀγοραῖος κέκληται, ἐν δὲ μάχαις τροπαῖος, ἐν δὲ νόσοις καὶ πᾶσι καιροῖς βοηθῶν σωτὴρ, οὗτος ἐλευθέριος, οὗτος μειλίχιος· εἰκότως, ἅτε καὶ πατήρ. οὗτος βασιλεὺς, πολιεὺς, καταιβάτης, ὑέτιος, οὐράνιος, κορυφαῖος, πάνθ᾽ ὅσα αὐτὸς εὗρε μεγάλα καὶ ἑαυτῷ πρέποντα ὀνόματα. οὗτος ἁπάντων ἀρχὰς καὶ πέρατα καὶ μέτρα καὶ κλήρους ἔχων, ἴσον πανταχοῦ πάντων κρατῶν, αὐτὸς ἂν μόνος εἰπὼν ἃ χρὴ περὶ αὑτοῦ, θεὸς ἅτε πλέον τι λαχών· τοῦτο γὰρ οὖν Πινδάρῳ κά
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης