ΣΤΗΝ ΤΕΛΕΥΤΑΙΑ ΣΚΗΝΗ ΕΙΣΕΡΧΟΝΤΑΙ ΟΙ ΧΟΡΟΙ ΤΩΝ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΚΑΙ ΤΩΝ ΑΘΗΝΑΙΩΝ ΚΑΙ ΧΟΡΕΥΟΥΝ ΚΑΙ ΑΔΟΥΝ ΟΛΟΙ ΜΑΖΙ ΓΙΑ ΝΑ ΕΟΡΤΑΣΟΥΝ ΤΗΝ ΣΥΜΦΙΛΙΩΣΙΝ. Τὸ ἀπόσπασμα ἐδῶ : ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΛΥΣΙΣΤΡΑΤΗ (ΜΕΡΟΣ 10ον, στ. 1245-1320) ΠΡΩΤΟΤΥΠΟΝ (Λάκων ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια/ φυἁτήρια, ἵν᾽ ἐγὼ διποδιάξω τε κἀείσω/ κἀείὡ καλὸν ἐς τὼς Ἀσαναίως τε καὶ ἐς ἡμᾶς ἅμα) Ἀθηναῖος λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν, 1245 ὡς ἥδομαί γ᾽ ὑμᾶς ὁρῶν ὀρχουμένους. Χορὸς Λακεδαιμονίων ὅρμαον τὼς κυρσανίως ὦ Μναμόνα τάν τ᾽ ἐμὰν Μῶαν*, ἅτις οἶδεν ἁμὲ τώς τ᾽ Ἀσαναίως*, 1250 ὅκα τοὶ μὲν ἐπ᾽ Ἀρταμιτίῳ* πρὤκροον σιοείκελοι/ συείκελοι* ποττὰ κᾶλα τὼς Μήδως* τ᾽ ἐνίκων, ἁμὲ δ᾽ αὖ Λεωνίδας ἆγεν ᾇπερ τὼς κάπρως* 1255 θάγοντας οἰῶ τὸν ὀδόντα· πολὺς δ᾽ ἀμφὶ τὰς γένυας ἀφρὸς* ἤνσει/ ἤνσεεν*, πολὺς δ᾽ ἁμᾷ καττῶν* σκελῶν ἀφρὸς ἵετο. ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως 1260 τᾶς ψάμμας τοὶ Πέρσαι. ἀγροτέρα σηροκτόνε* μόλε δεῦρο παρσένε σιὰ* ποττὰς σπονδάς, ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. 1265 νῦν δ᾽ αὖ φιλία τ᾽ αἰὲς εὔπο
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης