Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Μάιος, 2024

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 84-91

Η ΑΠΑΝΤΗΣΙΣ ΤΟΥ ΑΧΙΛΛΕΩΣ ΣΤΑ ΛΟΓΙΑ ΤΟΥ ΚΑΛΧΑΝΤΟΣ «ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις». Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· «Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ, Κάλχαν, εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι». Τὸ ἡχητικὸν ἀπόσπασμα ἐδῶ :  ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 84-91 Σημειώσεις : «ἀπαμειβόμενος» : ἀνταλλάσσω, ἀλλὰ καὶ ἀλλάζω θέσιν εἰς τὸν τόπον, ἤτοι κινοῦμαι· «ἀμείβου» = φύγε, κινήσου, «κουνήσου», ἐξ οὗ τὰ ἀμοιβή, ἀμοιβάς (λόγῳ τοῦ ὅτι μεταβάλλεται, δὲν ἔχει συγκεκριμένον σχῆμα), ἀμευσίπορος ( = τὸ σημεῖον ποὺ διασταυρώνονται οἱ δρόμοι), ἀμεύομαι ( = διέρχομαι, κυριαρχῶ), διαμευστής ( = ὁ ἀλαζών) κοκ· ἀλλὰ καὶ πλεῖστα ἀλλόθροα ὅπως τὰ movere, move, mouvoir, muovere ( = κινοῦμαι), émouvoir ( =

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 73-83

(Α', 68-72)/ 73-83 Η ΑΓΟΡΕΥΣΙΣ ΤΟΥ ΜΑΝΤΕΩΣ ΚΑΛΧΑΝΤΟΣ ΣΤΗΝ ΑΓΟΡΑ ΤΩΝ ΑΧΑΙΩΝ  (Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ’ ἄριστος, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων)·  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·  «Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν· ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις».  ...   Τὸ ἡχητικὸν ἀπόσπασμα ἐδῶ :  ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α', 73-83 Σημειώσεις :  ἕηκε : < ἕηκα ἐπικὸς τύπος ἧκα·  ἵημι, ἵην, ἥσω, ἧκα, εἷκα, εἵκειν  ἵεμαι, ἱέμην, ἥσομαι/ ἑθήσομαι, ἡκάμην/ εἵμην/ ε