Τὸ ἀρχεῖον ἐδῶ : ΛΥΣΙΣΤΡΑΤΗ (ΜΕΡΟΣ 2ον, 180-253) ΤΟ ΣΧΕΔΙΟΝ ΤΗΝ ΛΥΣΙΣΤΡΑΤΗΣ ΓΙΑ ΝΑ ΛΗΞΕΙ Ο ΠΟΛΕΜΟΣ ΕΧΕΙ ΑΝΑΛΥΘΕΙ. ΟΙ ΓΥΝΑΙΚΕΣ ΠΟΥ ΕΙΝΑΙ ΣΥΓΚΕΝΤΡΩΜΕΝΕΣ ΑΠΟ ΟΛΗ ΤΗΝ ΕΛΛΑΔΑ, ΠΡΟΤΟΥ ΤΟ ΕΦΑΡΜΟΣΟΥΝ ΠΡΕΠΕΙ ΝΑ ΔΩΣΟΥΝ ΟΡΚΟΥΣ. ΑΚΟΛΟΥΘΕΙ Η ΟΡΚΩΜΟΣΙΑ. ΠΡΩΤΟΤΥΠΟΝ (Λαμπιτῶ οὐχ ἇς πόδας κ᾽ ἔχωντι ταὶ τριήρεες, καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ. Λυσιστράτη ἀλλ᾽ ἔστι καὶ τοῦτ᾽ εὖ παρεσκευασμένον· 175 καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον. ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν). Λαμπιτῶ παντᾷ κ᾽ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς. 180 Λυσιστράτη τί δῆτα ταῦτ᾽ οὐχ ὡς τάχιστ᾽ ὦ Λαμπιτοῖ ξυνωμόσαμεν, ὅπως ἂν ἀῤῥήκτως ἔχῃ; Λαμπιτῶ πάρφαινε μὰν* τὸν ὅρκον, ὡς ὀμιόμεθα. Λυσιστράτη καλῶς λέγεις. ποῦ ᾽σθ᾽ ἡ Σκύθαινα*; ποῖ* βλέπεις; θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, 185 καί μοι δότω τὰ τόμιά τις. Κλεονίκη Λυσιστράτη τίν᾽ ὅρκον ὁρκώσεις ποθ᾽ ἡμᾶς; Λυσιστράτη ὅντινα; εἰς ἀσπίδ᾽, ὥσπερ φάσ᾽ ἐν Αἰσχύλῳ ποτέ*, μηλοσφαγούσ
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης