Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α' 73-83

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 73-83

(Α', 68-72)/ 73-83 Η ΑΓΟΡΕΥΣΙΣ ΤΟΥ ΜΑΝΤΕΩΣ ΚΑΛΧΑΝΤΟΣ ΣΤΗΝ ΑΓΟΡΑ ΤΩΝ ΑΧΑΙΩΝ  (Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ’ ἄριστος, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων)·  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·  «Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν· ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί· κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις».  ...   Τὸ ἡχητικὸν ἀπόσπασμα ἐδῶ :  ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α', 73-83 Σημειώσεις :  ἕηκε : < ἕηκα ἐπικὸς τύπος ἧκα·  ἵημι, ἵην, ἥσω, ἧκα, εἷκα, εἵκειν  ἵεμαι, ἱέμην, ἥσομαι/ ἑθήσομαι, ἡκάμην/ εἵμην/ ε