Μετάβαση στο κύριο περιεχόμενο

ΛΥΣΙΣΤΡΑΤΗ (ΜΕΡΟΣ 9ον, στ. 1111-1244)

ΟΙ ΑΝΔΡΕΣ ΓΕΝΙΚΩΣ ΚΑΙ ΙΔΙΑΙΤΕΡΩΣ ΤΩΝ ΔΥΟ ΜΕΓΑΛΩΝ ΔΥΝΑΜΕΩΝ ΤΟΥ ΠΕΛΟΠΟΝΝΗΣΙΑΚΟΥ ΠΟΛΕΜΟΥ, ΟΙ ΛΑΚΩΝΕΣ ΚΑΙ ΟΙ ΑΘΗΝΑΙΟΙ, ΑΓΑΝΑΚΤΙΣΜΕΝΟΙ ΠΛΕΟΝ ΑΠΟ ΤΗΝ ΑΠΟΧΗ ΤΩΝ ΓΥΝΑΙΚΩΝ ΤΟΥΣ ΚΑΙ ΜΕ ...ΕΜΦΑΝΗ ΤΑ ΣΗΜΑΔΙΑ ΤΗΣ ΑΠΟΧΗΣ ΑΥΤΗΣ, ΣΥΝΕΡΧΟΝΤΑΙ ΩΣΤΕ ΝΑ ΣΥΜΦΙΛΙΩΘΟΥΝ ΚΑΙ ΝΑ ΛΗΞΕΙ ΕΤΣΙ Ο ΠΟΛΕΜΟΣ ΚΑΙ ΤΑ ΔΕΙΝΑ ΤΟΥΣ. Η ΛΥΣΙΣΤΡΑΤΗ ΒΓΑΙΝΕΙ ΑΠΟ ΤΗΝ ΑΚΡΟΠΟΛΙΝ (ΕΙΣΕΡΧΕΤΑΙ ΣΤΗΝ ΣΚΗΝΗ) ΓΙΑ ΤΗΝ ΔΙΑΛΛΑΓΗΝ. 

Τὸ ἀρχεῖον ἐδῶ : ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΛΥΣΙΣΤΡΑΤΗ (ΜΕΡΟΣ 9ον, στ. 1111-1244)


ΠΡΩΤΟΤΥΠΟΝ 

(Χορός

χαῖρ᾽ ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι

δεινὴν <μαλακήν/ δειλὴν> ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον·

ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι    1110

συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ᾽ ἐπέτρεψαν) 


Λυσιστράτη

ἀλλ᾽ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις

ὀργῶντας ἀλλήλων τε μὴ ᾽κπειρωμένους.

τάχα δ᾽ εἴσομαι ᾽γώ. ποῦ ᾽στιν ἡ Διαλλαγή;

πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,    1115

καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ᾽ αὐθαδικῇ,

μηδ᾽ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτ᾽ ἔδρων,

ἀλλ᾽ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,

ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.

ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε,    1120

οὗ δ᾽ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.

ἄνδρες Λάκωνες στῆτε παρ᾽ ἐμὲ πλησίον,

ἐνθένδε δ᾽ ὑμεῖς, καὶ λόγων ἀκούσατε.

ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ᾽ ἔνεστί μοι,

αὐτὴ δ᾽ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω*,    1125

τοὺς δ᾽ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους

πολλοὺς ἀκούσασ᾽ οὐ μεμούσωμαι κακῶς.

λαβοῦσα δ᾽ ὑμᾶς λοιδορῆσαι βούλομαι

κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος*

βωμοὺς περιῤῥαίνοντες ὥσπερ ξυγγενεῖς    1130

Ὀλυμπίασιν, ἐν Πύλαις*, Πυθοῖ (πόσους

εἴποιμ᾽ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;)

ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι

Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.

εἷς μὲν λόγος μοι δεῦρ᾽ ἀεὶ περαίνεται.    1135


Ἀθηναῖος

ἐγὼ δ᾽ ἀπόλλυμαί γ᾽ ἀπεψωλημένος.


Λυσιστράτη

εἶτ᾽ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,

οὐκ ἴσθ᾽ ὅτ᾽ ἐλθὼν δεῦρο Περικλείδας* ποτὲ

ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο

ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι    1140

στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε

ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα*.

ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις

Κίμων* ὅλην ἔσωσε τὴν Λακεδαίμονα.

ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο    1145

δῃοῦτε χώραν, ἧς ὑπ᾽ εὖ πεπόνθατε;


Ἀθηναῖος

ἀδικοῦσιν οὗτοι νὴ Δί᾽ ὦ Λυσιστράτη.


Λάκων

ἀδικίομες· ἀλλ᾽ ὁ πρωκτὸς ἄφατον ὡς καλός*.


Λυσιστράτη

ὑμᾶς δ᾽ ἀφήσειν τοὺς Ἀθηναίους <μ᾽> οἴει;

οὐκ ἴσθ᾽ ὅθ᾽ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ    1150

κατωνάκας φοροῦντας ἐλθόντες δορὶ

πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν*,

πολλοὺς δ᾽ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,

ξυνεκμαχοῦντες τῇ τόθ᾽ ἡμέρᾳ μόνοι,

κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης    1155

τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;


Λάκων

οὔπα γυναῖκ᾽ ὄπωπα χαϊωτεραν.


Ἀθηναῖος

ἐγὼ δὲ κύσθον γ᾽ οὐδέπω καλλίονα.


Λυσιστράτη

τί δῆθ᾽ υπηργμένων γε πολλῶν κἀγαθῶν

μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;    1160

τί δ᾽ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;


Λάκων

ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον

λῇ τοῦτ᾽ ἀποδόμεν*.


Λυσιστράτη

ποῖον ὦ τᾶν;


Λάκων

τὰν Πύλον,

ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.


Ἀθηναῖος

μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ᾽ οὐ δράσετε.    1165


Λυσιστράτη

ἄφετ᾽ ὦγάθ᾽ αὐτοῖς.


Ἀθηναῖος

κᾆτα τίνα κινήσομεν;


Λυσιστράτη

ἕτερόν γ᾽ ἀπαιτεῖτ᾽ ἀντὶ τούτου χωρίον.


Ἀθηναῖος

τὸ δεῖνα τοίνυν παράδοθ᾽ ἡμῖν τουτονὶ

πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ

κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη*.    1170


Λάκων

οὐ τὼ σιὼ οὐχὶ πάντα γ᾽ ὦ λισσάνιε.


Λυσιστράτη

ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.


Ἀθηναῖος

ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.


Λάκων

ἐγὼ δὲ κοπραγωγεῖν γα πρῶτα ναὶ τὼ σιώ.


Λυσιστράτη

ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.    1175

ἀλλ᾽ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ

τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.


Ἀθηναῖος

ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν.

οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν

βινεῖν ἅπασιν;    1180


Λάκων

τοῖσι γῶν ναὶ τὼ σιὼ

ἁμοῖσι.


Ἀθηναῖος

καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις*.


Λυσιστράτη

καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,

ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει

ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.

ὅρκους δ᾽ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.    1185

κἄπειτα τὴν αὑτοῦ γυναῖχ᾽ ὑμῶν λαβὼν

ἄπεισ᾽ ἕκαστος.


Ἀθηναῖος

ἀλλ᾽ ἴωμεν ὡς τάχος.


Λάκων

ἄγ᾽ ὅπᾳ τυ λῇς*.


Ἀθηναῖος

νὴ τὸν Δί᾽ ὡς τάχιστ᾽ ἄγε.


Χορός

στρωμάτων δὲ ποικίλων καὶ

χλανιδίων καὶ ξυστίδων καὶ    1190

χρυσίων, ὅσ᾽ ἐστί μοι,

οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν

τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.

πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν

χρημάτων νῦν ἔνδοθεν, καὶ    1195

μηδὲν οὕτως εὖ σεσημάν-

θαι τὸ μὴ οὐχὶ

τοὺς ῥύπους ἀνασπάσαι,

χἄττ᾽ <ἂν> ἔνδον ᾖ φορεῖν.

ὄψεται δ᾽ οὐδὲν σκοπῶν, εἰ    1200

μή τις ὑμῶν

ὀξύτερον ἐμοῦ βλέπει.


Χορός

εἰ δέ τῳ μὴ σῖτος ὑμῶν

ἔστι, βόσκει δ᾽ οἰκέτας καὶ

σμικρὰ πολλὰ παιδία,    1205

ἔστι παρ᾽ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν,

ὁ δ᾽ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.

ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω

εἰς ἐμοῦ σάκκους ἔχων καὶ

κωρύκους, ὡς λήψεται πυ-    1210

ρούς· ὁ Μανῆς δ᾽

οὑμὸς αὐτοῖς ἐμβαλεῖ.

πρός γε μέντοι τὴν θύραν

προαγορεύω μὴ βαδίζειν

τὴν ἐμήν, ἀλλ᾽

εὐλαβεῖσθαι τὴν κύνα.    1215


Ἀθηναῖος Α.

ἄνοιγε τὴν θύραν*· 


Ἀθηναῖος Α. (σὲ ἄλλες ἐκδόσεις ἀναγράφεται ὡς Θυρωρός· στὴν ἀπόδοσιν τοῦ Κ. Βάρναλη ὡς Πρύτανης)

παραχωρεῖν οὐ θέλεις;

ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι

ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.

οὐκ ἂν ποιήσαιμ᾽. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,

ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.    1220


Ἀθηναῖος Β

χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.


Ἀθηναῖος Α. (σὲ ἄλλες ἐκδόσεις ἀναγράφεται ὡς Θυρωρός· στὴν ἀπόδοσιν τοῦ Κ. Βάρναλη ὡς Πρύτανης)

οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.

οὐκ ἄπιθ᾽, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν

καθ᾽ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;


Ἀθηναῖος Β.

οὔπω τοιοῦτον συμπόσιον ὄπωπ᾽ ἐγώ.    1225

ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·

ἡμεῖς δ᾽ ἐν οἴνῳ συμπόται σοφώτατοι.


Ἀθηναῖος Α.

ὀρθῶς γ᾽, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν·

ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,

μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.    1230

νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα

νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·

ὥσθ᾽ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,

ἃ δ᾽ οὐ λέγουσι, ταῦθ᾽ ὑπονενοήκαμεν,

ἀγγέλλομεν δ᾽ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.    1235

νυνὶ δ᾽ ἅπαντ᾽ ἤρεσκεν· ὥστ᾽ εἰ μέν γέ τις

ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον*,

ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν.

ἀλλ᾽ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν

ἐς ταὐτόν. οὐκ ἐῤῥήσετ᾽ ὦ μαστιγίαι;    1240


Ἀθηναῖος Β.

νὴ τὸν Δί᾽ ὡς ἤδη γε χωροῦσ᾽ ἔνδοθεν.


Λάκων

ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια/ φυἁτήρια*,

ἵν᾽ ἐγὼ διποδιάξω* τε κἀείσω/ κἀείὡ καλὸν

ἐς τὼς Ἀσαναίως τε καὶ ἐς ἡμᾶς ἅμα. 


... 

(συνεχίζεται...) 


ΣΧΟΛΙΑ 

στ. 1125 «ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ᾽ ἔνεστί μοι, αὐτὴ δ᾽ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω» : Γράφει ὁ σχολιαστὴς τοῦ Ἀριστοφάνους : «ὁ στίχος ἐκ σοφῆς Μελανίππης Εὐριπίδου». 

στ. 1129 «χέρνιβος» : Τὸ τελετουργικὸν μὲ τὸ βούτηγμα τῶν χεριῶν στὴν χέρνιβα πρὸ τῆς προσευχῆς διατηρεῖται μέχρι σήμερα στὶς καθολικὲς ἐκκλησίες. 

στ. 1131 «ἐν Πύλαις» : ἐν Θερμοπύλαις. «Ἔπεμπον γὰρ εἰς τὴν Πυλαϊκὴν πανήγυριν τοὺς λεγομένους ἱερομνήμονας. Ὅλος ὁ ἴαμβος λέλεκται ἐξ Ἐρεχθέως». 

στ. 1138 «Περικλείδας» : Πρεσβευτὴς τῶν Λακεδαιμονίων, ἐλθὼν εἰς Ἀθῆνας διὰ νὰ ζητήσῃ στρατὸν κατὰ τῶν εἰλώτων, ἀποστατησάντων εἰς τὴν Ἰθώμην. 

στ. 1142 «χὠ θεὸς σείων ἅμα» : κι ὁ θεὸς -Ποσειδῶν- σείων συν-ἅμα. «Σεισμοὶ γὰρ ἐγένοντο ὅτε ὁ πόλεμος συνειστήκει». 

στ. 1144 «Κίμων» : «Μετὰ τὴν ἐν Πλαταιαῖς μάχην ιβ' ἔτει ὕστερον, ταῦτα ἦν ἐπὶ Θεαγενίδου καὶ γὰρ τοῦ Ταϋγέτου τι παρερράγη καὶ τὸ ὠδεῖον καὶ ἕτερα καὶ οἰκίαι πλεῖσται, καὶ Μεσσήνιοι ἀποστάντες ἐπολέμουν καὶ οἱ εἴλωτες έπέστησαν, ἕως Κίμων ἐλθὼν διὰ τὴν ἱκετηρίαν ἔσωσεν αὐτούς».  

στ. 1148 «ἀλλ᾽ ὁ πρωκτὸς ἄφατον ὡς καλός» : Κατὰ τὸν Νεόφυτον Δοῦκα, ὁ Ἀριστοφάνης ὑπονοεῖ τὴν Ἀσπασία, γράφοντας «πρωκτὸς καλός», διότι χάριν σὲ ἐκείνη ἐγένετο τὸ ψήφισμα τῶν Μεγαρέων ἐκ τοῦ ὁποίου ἐξερράγη ὁ πόλεμος, τοῦ ὁποίου αἴτιος ἦταν ὁ Περικλῆς. Ὁ Ἀριστοφάνης στοὺς «Ἀχαρνῆς», (527) ἀναφέρει πὼς ὁ πόλεμος ξεκίνησε ἐξ αἰτίας τριῶν κοινῶν γυναικῶν, τῆς Ἀσπασίας καὶ δύο φίλων της, διότι ὅταν κάποιοι Ἀθηναῖοι πῆγαν στὰ Μέγαρα καὶ μεθυσμένοι ἔκλεψαν μία πόρνη, οἱ Μεγαρεῖς ἅρπαξαν δύο φίλες της συντρόφου τοῦ Περικλέους, τῆς Ἀσπασίας καὶ ὁ Περικλῆς ἐξοργισμένος ἀνταπέδωσε μὲ τὸ Μεγαρικὸ ψήφισμα («κᾆθ᾽ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο· κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν»). 

στ. 1152 «πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν» : «Καὶ γὰρ τῶν Θετταλῶν οἱ πλεῖστοι ἐβοήθουν Ἱππία». 

στ. 1162 «ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον λῇ τοῦτ᾽ ἀποδόμεν» : «ἡμεῖς γε (ἐθέ)λῶμεν, ἐάν τις ἡμῖν τὸ ἔγκυκλον (ἐθε)λῇ τοῦτ' ἀποδοῦναι». «Ἔγκυκλον» εἶναι κάθε τὶ κυκλικόν, ἀλλὰ καὶ τὸ γυναικεῖον ἰμάτιον, ὑπὸ τὸ ἔνδυμα. Ἔγκυκλος εἶναι καὶ ἡ Πύλος, διὰ τὴν τῶν τειχῶν περιβολήν καὶ αὐτὴν ἐννοεῖ ὡς «ἔγκυκλον». Ὁ Ἀριστοφάνης παίζει μὲ τὶς λέξεις γιὰ ἀκόμη μιὰ φορά. 

στ. 1169 «τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη» : Ἐχινοῦς ἦταν ἡ πόλις τῆς Φθιώτιδος ἀλλὰ καὶ τὸ γυναικεῖον αἰδοῖον. Ὁ «ὄπισθεν κόλπος» πάλι εἶναι διφορούμενον. Τὰ «Μεγαρικὰ σκέλη» εἶναι καὶ τὰ μακρὰ τείχη τῶν Μεγάρων, ἀλλὰ καὶ τὰ σκέλη τῶν Μεγαρέων. 

στ. 1182 «Καρυστίοις» : Τοὺς Καρυστίους τοὺς διεκωμώδουν ὡς μοιχούς· ἦταν σύμμαχοι τῶν Ἀθηναίων. 

στ. 1187 «ὅπᾳ τυ λῇς» : «ὅπῃ ( =ὅπου) (ἐ)συ (θε)λῇς». 

στ. 1216 «ἄνοιγε τὴν θύραν» : Στὴν σκηνὴ εἰσέρχεται κάποιος ἠθοποιὸς ποὺ ὑποδύεται ἕναν Ἀθηναῖον, ὁ ὁποῖος χτυπᾶ τὴν θύρα κάποιου πλουσίου. Στὴν απόδοσιν τοῦ Κ. Βάρναλη, ὁ Ἀθηναῖος χτυπᾶ τὴν θύρα τῆς Ἀκροπόλεως καὶ ὁ Πρύτανης φοβερίζει τὶς γυναῖκες μὲ τὴν ἀναμμένη δάδα. Σὲ κάθε περίπτωσιν γίνεται ἀλλαγὴ σκηνικοῦ.

στ. 1237 «ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον» : «(Ἀρχή τινος σχολίου «Παῖ Τελαμῶνος αἰχμητά», περὶ οὗ δεδήλωται ἤδη). Ὁ δὲ νοῦς ὅτι τὰ ἐναντία λέγομεν ἑαυτοῖς καὶ πράττομεν· ὅταν γάρ τις ᾂσῃ ἀπὸ τῶν σχολίων Πινδάρου, λέγομεν ὅτι δεῖ μᾶλλον ᾆδειν ἀπὸ Κλειταγόρας τῆς ποιήτριας· ἡ γὰρ Κλειταγόρα ποιήτρια ἦν Λακωνική, ἧς μέμνηται καὶ ἐν Δαναΐσιν Ἀριστοφάνης». Ἄλλοι τὸ ἀποδίδουν πὼς ἀκόμα κι ἄν κανεὶς ᾂδει γιὰ τὸν πολεμικὸν Αἴαντα τὸν Τελαμώνιον, πρᾶγμα ποὺ δὲν συνάδει μὲ ἄσμα συμποσίου εἰρήνης, ἄς ὑποδυθοῦν πὼς ᾂδουν Κλειταγόρα. Ὁ Ἡσύχιος γράφει στὸ λῆμμα «Κλειταγόρα» πὼς ἦταν εἶδος ὠδῆς, ἀλλὰ καὶ ποιήτρια Λεσβία τὸ γένος. Τὸ λεξικὸν Σουΐδα στὸ ἴδιο λῆμμα ἀναφέρει πὼς ἦταν «ποιήτρια Λακωνική. μέμνηται δὲ Ἀριστοφάνης ἐν Δαναΐσι». Ἄλλοι σχολιαστὲς τὴν παρουσιάζουν ὡς γυνὴ ἐκ Θεσσαλίας κι ἄλλοι ὡς ἀρσενικοῦ γένους, λόγῳ τοῦ τύπου «Κλειταγόρας ᾄδειν». Ὅμως ὁ τύπος αὐτὸς εἶναι γενικὴ πτῶσις ἑνικοῦ ἀριθμοῦ τοῦ θηλυκοῦ «ἡ Κλειταγόρα» καὶ αὐτὸ ἀποδεικνύεται καὶ ἀπὸ τὴν σύνταξιν, ἀλλὰ καὶ ἐκ τὸ προαναφερθέν «Τελαμῶνος» ποὺ τίθεται ἐπίσης σὲ γενική. 

στ. 1243 «λαβὲ τὰ φυσατήρια, ἵν᾽ ἐγὼ διποδιάξω» : Ἡ διποδία ἦταν εἶδος ὀρχήσεως, ἧς μέμνηται καὶ ὁ Κρατῖνος ἐν Πλούτοις «ἄρξει γὰρ αὐτοῖς διποδία καλῶς». Φυσατήρια εἶναι οἱ αὐλοί, ἀπὸ τοῦ «φυσᾶν». 


Ἡ συνέχεια ἐδῶ : ΛΥΣΙΣΤΡΑΤΗ (ΜΕΡΟΣ 10ον, στ. 1245-1320)



Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΕΡΙ ΤΩΝ ΜΟΥΣΩΝ (ΜΕΡΟΣ 1ον)

Γράφει ὁ Ἀθανάσιος Σταγειρίτης (Ὠγυγία ἤ ἀρχαιολογία, βιβλ. Β', κεφ. Γ') περὶ τῶν Μουσῶν :  «Αἱ Μοῦσαι ἦσαν θυγατέρες, κατὰ μέν τινας, τοῦ δευτέρου, κατὰ δ' ἄλλους τοῦ τρίτου Διὸς καὶ τῆς Μνημοσύνης. Κατ' ἄλλους τοῦ Πιέρου*1 καὶ τῆς Πληΐδος ἤ τῆς Ἀντιόπης. Κατ' ἄλλους τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς, ἤ τοῦ Αἰθέρος καὶ τῆς Πλουσίας ἤ τοῦ Ἀπόλλωνος ἤ τοῦ Μέμνονος καὶ τῆς Θεσπίας. Φαίνεται ὅμως ὅτι αἱ Μοῦσαι ἦσαν πολλαὶ καὶ διάφοροι, ὅθεν καὶ ἡ διαφορὰ τῶν γονέων, τοῦ ἀριθμοῦ καὶ τῶν ὀνομάτων αὐτῶν· κατ' ἄλλους δὲ, ἦσαν δύω γενέσεις τῶν Μουσῶν καὶ αἱ μὲν πρῶται αἱ θυγατέρες τοῦ Οὐρανοῦ, ἦσαν ἐπὶ τῆς βασιλείας τοῦ Κρόνου· αἱ δὲ δεύτεραι ἦσαν θυγατέρες τοῦ Διὸς καὶ τῆς Μνημοσύνης, αἱ γνωστόταται καὶ ἐπισημόταται, κατὰ τὴν κοινὴν γνώμην.  Καὶ κατὰ μέν τινας ἦσαν δύω, κατ' ἄλλους δὲ τρεῖς, Μελέτη, Μνήμη καὶ Ἀοιδή*2, ἤ Κηφισός, Βορωσθενὶς καὶ Ἀπολλωνὶς ὀνομαζόμεναι καὶ ἰσάριθμοι μὲ τοὺς τρεῖς τόνους, τρεῖς χρόνους καὶ τρεῖς ἀριθμούς*3. Κατ' ἄλλους δέ, ἦσαν τέσσαρες, Θελ

Η ΓΝΩΜΗ ΤΩΝ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΩΝ ΓΙΑ ΤΗΝ ΚΙΝΑΙΔΕΙΑ (ΜΕΡΟΣ 1ον)

Γράφει ὁ Ἀριστοτέλης στὰ «Φυσιογνωμικά» του: « Κιναίδου σημεῖα ( =διακριτικὸ γνώρισμα τοῦ κιναίδου) ὄμμα ( =μάτι, θέα, θέαμα) κατακεκλασμένον ( =μαλθακόν, ἐκθηλυμένον), γονύκροτος ( =αὐτὸς ποὺ τὰ πόδια του ἐχουν κλίσιν καὶ ἀκουμπᾶ τὸ ἕνα γόνατον τὸ ἄλλον, παράγοντας κρότον· προφανῶς ἀπὸ τὸν τρόπο ποὺ κλίνουν τὰ πόδια τους οἱ κίναιδοι γιὰ νὰ ἐπιτύχουν τὴν σεῖσιν/κούνημα τῶν γλουτῶν τους). Ἐγκλίσεις τῆς κεφαλῆς ( =γέρνουν τὸ κεφάλι) εἰς τὰ δεξιά. Αἱ φοραὶ τῶν χειρῶν ὕπτιαι καὶ ἔκλυτοι ( =ἡ φορὰ τῶν χεριῶν τους εἶναι χαλαρή καὶ «ῥίχνεται» πρὸς τὰ πίσω· τὸ σπάσιμον τοῦ καρποῦ ἐν ὀλίγοις), καὶ βαδίσεις διτταί ( =βάδισμα ἀσαφές), ἡ μὲν περινεύοντος ( =κλίνω τὴν μία  πρὸς τὰ δεξιὰ καὶ τὴν ἄλλην πρὸς τὰ ἀριστερά), ἡ δὲ κρατοῦντος τὴν ὀσφύν ( =τὴν μέση κρατοῦντος)… τὰ περὶ τὸ πρόσωπον διεξυσμένα ( =λεῖα, ὁμαλά)… βδελυροὶ καὶ ἀναιδεῖς… οἱ γονύκροτοι κίναιδοι... ὅσοι δὲ ταῖς φωναῖς ἀξείαις ( =ὀξεῖες) μαλακαῖς ( =ἁπαλές) κεκλασμέναις ( =σπασμένες, ἐξασθενημένες, ὄχι βροντερές) διαλέγονται (

ΠΕΡΙ ΤΗΣ ΙΝΔΟΕΥΡΩΠΑΪΚΗΣ ΣΑΧΛΑΜΑΡΑΣ ( ΣΥΝΟΠΤΙΚΩΣ)

Ἡ ἰνδοευρωπαϊκὴ ἀνοησία εἶναι μία θεωρία γιὰ τὴν ὁποία θὰ μποροῦσε κανεὶς νὰ συζητᾶ ὧρες, ὅπως καὶ γιὰ ὁποιοδήποτε σενάριο ἐπιστημονικῆς φαντασίας. Ὅμως ἐπειδὴ ἔχει πάρει διαστάσεις ἀληθινῆς πανδημίας καὶ δυστυχῶς πλέον τὴν ἔχουν ἀσπαστεῖ καὶ διάφοροι ἔγκριτοι  <<γλωσσολόγοι>> ( τώρα τὸ ποῦ βασίζονται, ἐφόσον οἱ ὅποιες <<ἀποδείξεις>> εἶναι ἀνυπόστατες, ἀτεκμηρίωτες καὶ ἀβάσιμες, ἔγκειται μᾶλλον στὰ πλαίσια τῆς συγχρόνου ἐπιστημονικότητος! ), καλὸ εἶναι νὰ γίνει μία συνοπτικὴ παρουσίασις τοῦ πῶς ξεκίνησε καὶ καθιερώθηκε αὐτὸ τὸ ψεῦδος γιὰ τὴν γλῶσσα μας. Τουλάχιστον νὰ μὴν ἀναρωτιοῦνται οἱ περισσότεροι τί σημαίνει αὐτό τὸ <<Ι.Ε>>, <<σανσ.>>, παλαιότερα <<ἰαπετ.>>,  ποὺ συνοδεύει τὰ λήμματά μας μὲ τὴν ἀκατανόητη, μηδέποτε ὀμιλουμένη καὶ γεγραμμένη ῥίζα, ἡ ὁποία συμπληρώνει τὴν ἐτυμολογικὴ αὐτὴ παρωδία! Ἡ ἐν λόγῳ θεωρία προῆλθε ἀπὸ τὴν παρατήρησιν ὅτι οἱ ἀρχαῖες καὶ νεώτερες  γλῶσσες (σανσκριτική, ἑλληνική, κελτική, λατινική, γ