(Α', 1-31)/ 32-42 Η ΕΠΙΚΛΗΣΙΣ ΤΟΥ ΧΡΥΣΟΥ ΣΤΟΝ ΑΠΟΛΛΩΝΑ ΝΑ ΤΙΜΩΡΗΣΕΙ ΤΟΥΣ ΑΧΑΙΟΥΣ ΓΙΑ ΤΗΝ ΠΡΟΣΒΟΛΗ ΤΟΥΣ
Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε,
πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι· Διὸς δ’ ἐτελείετο βουλή·
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
Τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί,
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα,
στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
«Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ’ οἴκαδ’ ἱκέσθαι·
παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην, τὰ δ’ ἄποινα δέχεσθαι,
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.»
Ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·
«Μή σε, γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης,
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι».
Ὣς ἔφατ’· ἔδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ·
βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὁ γεραιὸς
Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ·
«Κλῦθί μευ, Ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας
Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα
ταύρων ἠδ’ αἰγῶν, τὸδε μοι κρήηνον ἐέλδωρ·
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν».
...
Τὸ ἡχητικὸν ἀπόσπασμα ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 32-42
Σημειώσεις :
«ἔδεισεν» : δείδω ( = φοβοῦμαι), ὅπερ ἐκ τοῦ δέος ( = δεῖμος, φόβος, τρόμος, ἀλλὰ καὶ σεβασμός), τὸ ὁποῖον προέρχεται ἐκ τοῦ δέω ( = δένω), διότι ὁ φόβος σὲ παραλύει, σοῦ «δένει» τὰ μέλη, σὲ κρατᾶ δέσμιον· «ἡ δ᾽ οὖν δειλία τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν...ὅτι ἂν ἐμποδὼν ᾖ τῷ ἰέναι καὶ πορεύεσθαι», Κρατύλος, 415c, Πλάτων. Ἐξ οὗ τὰ δειλός, δεσπότης, δέσποινα, δεισιδαιμονία, ἄδεια ( = ἀφοβία), ψοφοδεής ( = ὁ φοβούμενος ἀκόμη καὶ τὸν παραμικρὸν ψόφον = θόρυβον) κοκ.
«ἀκέων» : ἐκ τοῦ ἀκέω ( = εἶμαι σιωπηλός), ἀκήν ( = ἀθορύβως), ἐξ οὗ καὶ τὸ «λατινικόν» taceo ( = σιωπῶ), ἐκ τοῦ ὁποίου τὰ tacite ( =σιωπηλός), taciturne ( = ὀλιγόλογος), taire ( = σιωπῶ), tὰcito, taciturnidad κλπ.
«κιών» : ἐκ τοῦ κίω ( = πορεύομαι, προχωρῶ), συγγενὲς τοῦ κινῶ· ἐξ οὗ καὶ τὰ «κίων, ὁ εἰς ὗψος πορευόμενος·, ἡλικία ( = τὸ πόσες φορὲς ἔχει κάποιος πορευθεῖ γύρω ἀπὸ τὸν ἥλιον), սյուն = [syun], ὁ κίων στὰ ἀρμένικα, kia ( = ὁ κίων στὰ χαβανέζικα) κοκ.
«κλῦθι» : ἐκ τοῦ κλύω = ἀκούω, ἐξ οὗ καὶ τὰ κλυτός ( = ξακουστός), δουρικλυτός ( = ὁ ξακουστὸς γιὰ τὸ δόρυ του), κλέος, glory, gloire ( = δόξα), gloria, glorify, gloss κοκ.
«Σμινθεύς» : Ἕνα ἀπὸ τὰ ἀμέτρητα προσωνύμια τοῦ Ἀπόλλωνος εἶναι καὶ τὸ ἐπίθετον «Σμινθεύς», τὸ ὁποῖον ἐτυμολογεῖται ἀπὸ τὸ ὄνομα «σμίνθος», τὸ ὁποῖον στὴν κρητικὴ διάλεκτον σημαίνει τὸ ποντίκι. Εἶναι γνωστὸν ἄλλωστε ἀπὸ πλεῖστα συγγράμματα τῆς ἀρχαίας γραμματείας μας μὰ καὶ ἀπὸ τὰ κοινὰ μεταξὺ Κρήτης καὶ Τρωάδος τοπονύμια, πὼς οἱ Τρῶες ἦταν Ἀρκαδοκρῆτες στὴν καταγωγή. Ὁ Στράβων ἀναφέρει στὰ «Γεωγραφικά» του καὶ τὸ πὼς συνεδέθη ὁ σμίνθος μὲ τὸν προστάτη τῆς Τρωάδος Ἀπόλλωνα (ὁ ὁποῖος εἶχε χτίσει καὶ τὰ ἰσχυρὰ τείχη της μαζὶ μὲ τὸν Ποσειδῶνα καὶ τὸν θνητὸν υἰὸν τοῦ Διός, τὸν Αἰακόν -γι' αὐτὸ καὶ τὰ τείχη, ὡς ἐν μέρει κτίσμα θνητοῦ ἦταν ἐφικτὸν νὰ ἁλωθοῦν καὶ θὰ ἔπεφταν μόνον ἀπὸ Αἰακίδη, ὅπως ἦταν ὁ Ἀχιλλεὺς καὶ ὁ υἰός του, Νεοπτόλεμος- ). Γράφει λοιπὸν πὼς στὴν Χρύση ὑπάρχει ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος καὶ στὸ πόδι τοῦ ξοάνου τοῦ Ἀπόλλωνος ἐν τῷ ἱερῷ -ἔργον τοῦ Παρίου Σκόπα- βρίσκεται μῦς, διασῲζων ἔτσι καὶ τὸ ἀληθὲς τοῦ ὀνόματος. Διότι ὅταν οἱ ἀφιγμένοι ἐκ Κρήτης στὴν Τρωάδα, Τεῦκροι τὴν ἀπῲκησαν εἶχαν λάβει χρησμὸν νὰ μείνουν ἐκεῖ ὅπου οἱ γηγενεῖς θὰ τοὺς ἐπετίθεντο. Καὶ συνέβη περὶ τὸν Ἁμαξιτὸν νὰ ξεφυτρώσουν ἀπὸ τὴν γῆν πολλοὶ ἀρουραῖοι* μῦς καὶ νὰ τοὺς φᾶνε ὅλα τὰ δέρματα τῶν ὅπλων καὶ τῶν χρηστηρίων· κι ἔτσι αὐτοὶ καταλαβαίνοντας τὸν χρησμὸν πὼς οἱ ἐπιτιθέμενοι γηγενεὶς ἦταν οἱ ἀρουραῖοι, ἔμειναν ἐκεῖ. Ἔτσι καὶ ἡ πόλις τῆς Τρωάδος ὠνομάσθη ἐκ τῶν σμίνθων, Σμίνθη καὶ τὸ ζῷον ἐνομίσθη ἱερόν.
«Ἐν δὲ τῆι Χρύσηι ταύτηι καὶ τὸ τοῦ Σμινθέως Ἀπόλλωνός ἐστιν ἱερόν͵ καὶ τὸ σύμβολον τὸ τὴν ἐτυμότητα τοῦ ὀνόματος σῶζον͵ ὁ μῦς͵ ὑπόκειται τῶι ποδὶ τοῦ ξοάνου· Σκόπα δ᾽ ἐστὶν ἔργα τοῦ Παρίου· συνοικειοῦσι δὲ καὶ τὴν ἱστορίαν εἴτε μῦθον τούτωι τῶι τόπωι τὴν περὶ τῶν μυῶν. τοῖς γὰρ ἐκ τῆς Κρήτης ἀφιγμένοις Τεύκροις (οὓς πρῶτος παρέδωκε Καλλῖνος ὁ τῆς ἐλεγείας ποιητής͵ ἠκολούθησαν δὲ πολλοί) χρησμὸς ἦν͵ αὐτόθι ποιήσασθαι τὴν μονὴν ὅπου ἂν οἱ γηγενεῖς αὐτοῖς ἐπιθῶνται· συμβῆναι δὲ τοῦτ᾽ αὐτοῖς φασι περὶ Ἁμαξιτόν· νύκτωρ γὰρ πολὺ πλῆθος ἀρουραίων μυῶν ἐξανθῆσαν διαφαγεῖν ὅσα σκύτινα τῶν τε ὅπλων καὶ τῶν χρηστηρίων· τοὺς δὲ αὐτόθι μεῖναι· τούτους δὲ καὶ τὴν Ἴδην ἀπὸ τῆς ἐν Κρήτηι προσονομάσαι. Ἡρακλείδης δ᾽ ὁ Ποντικὸς πληθύοντάς φησι τοὺς μύας περὶ τὸ ἱερὸν νομισθῆναί τε ἱεροὺς καὶ τὸ ξόανον οὕτω κατασκευασθῆναι βεβηκὸς ἐπὶ τῶι μυΐ», Γεωγραφικά, ΙΓ', 1,48, Στράβων.
*Ἄρουρα εἶναι ἡ γῆ, ἔτσι λοιπὸν καὶ οἱ γεννηθέντες καὶ εὑρισκόμενοι ἐν τῇ γῇ μῦς ( < μῦσος = ἀκαθαρσία) ὠνομάσθησαν ἀρουραῖοι μῦς. Οἱ ποντικοὶ μῦς εἶναι μικρότεροι σὲ μέγεθος καὶ ὠνομάσθησαν ἔτσι διότι εἶναι ταξιδεύοντες τὸν πόντον ( = θάλασσαν), καθῶς ἐπεβιβάζοντο στὰ γεμάτα σιτηρὰ πλοῖα γιὰ νὰ φᾶνε, ὁπότε ἀναγκαστικῶς ἔκαναν ὑπερπόντια ταξίδια.
«ἔρεψα» : ἐκ τοῦ ἐρέφω ( = καλύπτω διὰ ὀροφῆς, σκεπάζω, στεφανώνω), βλ. ὄροφος, ἔρεβος, Ὀρφεύς ( = ὁ κατελθών στὸ ἔρεβος τοῦ Ἅδου γιὰ νὰ ἐπαναφέρει τὴν ἀγαπημένη του Εὐρυδίκη) κλπ. Ὁ Χρύσης παρακαλεῖ τὸν Ἀπόλλωνα νὰ εἰσακούσει τὴν προσευχήν του γιὰ χάρη τῶν ὅσων ἔπραξε ὡς ἱερεύς του, μεταξὺ τῶν ὁποίων ἦταν καὶ τὸ ὅτι ἔχτισε ναὸν στὸν Σμινθέα Ἀπόλλωνα.
* Τὸ ῥῆμα ῥέζω ὡς οὐρανικόληκτον (ῥέγ- ) σχηματίζει ἀόριστον ἔρεγ-σα = ἔρεξα.
«κρήηνορ» : ἐκ τοῦ κραίνω ( = πραγματοποιῶ, ἐκτελῶ), ὅπερ καὶ τὰ κράντωρ ( = ἡγεμῶν), creo ( = δημιουργῶ), create, créer, creazione, criatura, grand ( = κραντήρ, κράντωρ, μέγας), great, grandioso κλπ.
Σχόλια
Δημοσίευση σχολίου