Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α' 148-171

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 148-171

Η ΑΠΑΝΤΗΣΙΣ ΤΟΥ ΕΞΟΡΓΙΣΜΕΝΟΥ ΑΧΙΛΛΕΩΣ ΣΤΟΝ ΑΤΡΕΙΔΗ ΓΙΑΤΙ Ο ΤΕΛΕΥΤΑΙΟΣ ΑΠΕΙΛΕΙ ΝΑ ΤΟΥ ΠΑΡΕΙ ΤΗΝ ΒΡΙΣΗΙΔΑ  νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, ἐν δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ’ ἑκατόμβην θείομεν, ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν, ὄφρ’ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας».  Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· «Ὤ μοι, ἀναιδείην ἐπιειμένε κερδαλεόφρον πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάων δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ καρπὸν ἐδηλήσαντ’, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· ἀλλὰ σοὶ ὦ μέγ’ ἀναιδὲς ἅμ’ ἑσπόμεθ’ ὄφρα σὺ χαίρῃς, τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις · καὶ δή μοι γέρ