Ο ΑΓΑΜΕΜΝΩΝ ΑΝΤΑΠΑΝΤΑ ΑΝΑΛΟΓΩΣ ΣΤΟΝ ΠΡΟΛΑΛΗΣΑΝΤΑ ΕΞΟΡΓΙΣΜΕΝΟΝ ΑΧΙΛΛΕΑ ΠΟΥ ΕΙΝΑΙ ΕΤΟΙΜΟΣ ΝΑ ΤΑ ΠΑΡΑΤΗΣΕΙ ΟΛΑ ΚΑΙ ΝΑ ΓΥΡΙΣΕΙ ΣΤΗΝ ΦΘΙΑ, ΕΠΕΙΔΗ Ο ΑΤΡΕΙΔΗΣ ΤΟΝ ΑΠΕΙΛΕΙ ΠΩΣ ΘΑ ΤΟΥ ΠΑΡΕΙ ΤΗΝ ΒΡΙΣΗΙΔΑ. Ο ΑΧΙΛΛΕΥΣ ΜΕΤΑ ΤΗΝ ΑΠΑΝΤΗΣΙΝ ΤΟΥ ΑΤΡΕΙΔΟΥ ΜΑΝΙΑΖΕΙ ΚΙ ΑΛΛΟ ΜΑΖΙ ΤΟΥ ΚΙ ΕΙΝΑΙ ΕΤΟΙΜΟΣ ΝΑ ΤΡΑΒΗΞΕΙ ΤΟ ΣΠΑΘΙ ΤΟΥ ΚΑΙ ΝΑ ΤΟΝ ΣΚΟΤΩΣΕΙ, ΩΣΠΟΥ ΠΑΡΕΜΒΑΙΝΕΙ Η ΑΘΗΝΑ ΚΑΙ ΤΟΝ ΣΥΓΚΡΑΤΕΙ, ΤΡΑΒΩΝΤΑΣ ΤΟΝ ΑΠ' ΤΑ ΞΑΝΘΑ ΜΑΛΛΙΑ ΤΟΥ Τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· «Φεῦγε μάλ’, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ’ ἔγωγε λίσσομαι εἵνεκ’ ἐμεῖο μένειν· πάρ’ ἔμοιγε καὶ ἄλλοι οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ’ ἔδωκεν· οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω, οὐδ’ ὄθομαι κοτέοντος · ἀπειλήσω δέ τοι ὧδε· ὡς ἔμ’ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι πέμψω, ἐγὼ δέ κ’ ἄγω Βρ
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης