Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α' 430-465

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 430-465

Ο ΟΔΥΣΣΕΥΣ ΦΤΑΝΕΙ ΣΤΗΝ ΧΡΥΣΑ ΚΑΙ ΠΑΡΑΔΙΔΕΙ ΤΗΝ ΧΡΥΣΗΙΔΑ ΣΤΟΝ ΠΑΤΕΡΑ ΤΗΣ, ΧΡΥΣΗΝ. Ο ΧΡΥΣΗΣ ΔΕΧΕΤΑΙ ΤΗΝ ΚΟΡΗ ΤΟΥ ΚΑΙ ΤΙΣ ΘΥΣΙΕΣ ΠΟΥ ΤΟΥ ΠΡΟΣΦΕΡΟΥΝ ΟΙ ΔΑΝΑΟΙ ΚΑΙ ΖΗΤΑ ΑΠΟ ΤΟΝ ΑΠΟΛΛΩΝΑ ΝΑ ΤΟΥΣ ΣΥΓΧΩΡΕΣΕΙ ΚΑΙ ΝΑ ΑΠΟΜΑΚΡΥΝΕΙ ΑΠΟ ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΤΟΥΣ ΤΟΝ ΛΟΙΜΟΝ. ΥΣΤΕΡΑ ΚΑΘΟΝΤΑΙ ΟΛΟΙ ΜΑΖΙ ΣΥΜΦΙΛΙΩΜΕΝΟΙ ΚΑΙ ΓΕΥΜΑΤΙΖΟΥΝ ΚΑΝΟΝΤΑΣ ΣΠΟΝΔΕΣ ΣΤΟΝ ΑΠΟΛΛΩΝΑ ΚΑΙ ΨΗΝΟΝΤΑΣ ΣΟΥΒΛΑΚΙΑ, ΣΕΦΤΑΛΙΕΣ ΚΑΙ ΚΟΚΟΡΕΤΣΙΑ ΠΟΥ ΕΦΤΙΑΞΑΝ ΟΙ ΙΔΙΟΙ  ««Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο· δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω».  Ὣς ἄρα φωνήσασ’ ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων...  αὐτὰρ Ὀδυσσεὺς ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. οἳ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, ἱστία μὲν στείλαντο, θέσαν δ’ ἐν νηῒ μελαίνῃ, ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες καρπαλίμως, τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμ