Ο ΑΧΙΛΛΕΥΣ ΔΙΝΕΙ ΤΗΝ ΑΓΑΠΗΜΕΝΗ ΤΟΥ ΒΡΙΣΗΙΔΑ ΣΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ. ΕΠΕΙΤΑ ΑΠΟΣΥΡΕΤΑΙ ΔΑΚΡΥΣΜΕΝΟΣ ΣΤΗΝ ΠΑΡΑΛΙΑ, ΩΣΤΕ ΝΑ ΜΕΙΝΕΙ ΜΟΝΟΣ ΤΟΥ. ΕΚΕΙ ΣΥΝΟΜΙΛΕΙ ΜΕ ΤΗΝ ΝΗΡΗΙΔΑ ΜΗΤΕΡΑ ΤΟΥ, ΘΕΤΙΝ, Η ΟΠΟΙΑ ΑΝΑΔΥΕΤΑΙ ΑΠΟ ΤΟΝ ΒΥΘΟΝ ΓΙΑ ΝΑ ΡΩΤΗΣΕΙ ΤΟ ΠΑΙΔΙ ΤΗΣ ΓΙΑΤΙ ΚΛΑΙΕΙ «Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται». Ὣς εἰπὼν προΐει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε· τὼ δ’ ἀέκοντε βάτην παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο, Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, τὸν δ’ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ἥμενον· οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο· αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· «Χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, ἆσσον ἴτ’· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ’ Ἀγαμέμνων, ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. ἀλλ’ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην καί σφωϊν δὸς ἄγειν· τὼ δ’ αὐτὼ μάρτυροι
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης