Ο ΖΕΥΣ ΜΕ ΒΑΡΙΑ ΚΑΡΔΙΑ ΣΥΓΚΑΤΑΝΕΥΕΙ ΣΕ ΟΣΑ ΤΟΝ ΠΑΡΕΚΑΛΕΙ Η ΘΕΤΙΣ ΓΙΑ ΤΟΝ ΥΙΟΝ ΤΗΣ -ἡ Θέτις- εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· «Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετ’· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ·. Ὣς φάτο· τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, ἀλλ’ ἀκέων δὴν ἧστο· Θέτις δ’ ὡς ἥψατο γούνων ὣς ἔχετ’ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· «Νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ ἐῢ εἰδῶ ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι». Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· «Ἦ δὴ λοίγια ἔ
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης