Η ΑΘΗΝΑ ΠΕΙΘΕΙ ΤΟΝ ΑΧΙΛΛΕΑ ΝΑ ΜΗ ΣΚΟΤΩΣΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ. Ο ΑΧΙΛΛΕΥΣ ΜΑΖΕΥΕΙ ΤΟ ΣΠΑΘΙ ΤΟΥ ΚΑΙ ΒΡΙΖΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ. ΤΟΥ ΟΡΚΙΖΕΤΑΙ ΑΚΟΜΑ ΠΩΣ ΘΑ ΜΕΤΑΝΟΙΩΣΕΙ ΠΙΚΡΑ ΓΙΑ ΤΗΝ ΣΥΜΠΕΡΙΦΟΡΑ ΤΟΥ ΑΠΕΝΑΝΤΙ ΤΟΥ Πηλεΐδης δ’ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· «Οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο, οὔτέ ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔτε λόχον δ’ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν δῶρ’ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, οὐδ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης