Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α' 318-341

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 318-341

Ο ΑΓΑΜΕΜΝΩΝ ΔΙΑΤΑΖΕΙ ΤΟΝ ΤΑΛΘΥΒΙΟΝ ΚΑΙ ΤΟΝ ΕΥΡΥΒΑΤΗ ΝΑ ΤΟΥ ΦΕΡΟΥΝ ΑΠΟ ΤΗΝ ΣΚΗΝΗ ΤΟΥ ΑΧΙΛΛΕΩΣ ΤΗΝ ΒΡΙΣΗΙΔΑ. ΤΟΥΣ ΛΕΕΙ ΠΩΣ ΑΝ ΔΕΝ ΤΟΥΣ ΤΗΝ ΔΩΣΕΙ ΝΑ ΤΟΥ ΜΗΝΥΣΟΥΝ ΠΩΣ ΘΑ ΠΑΕΙ Ο ΙΔΙΟΣ ΜΕ ΤΟΝ ΣΤΡΑΤΟΝ ΤΟΥ ΝΑ ΤΗΝ ΠΑΡΕΙ. Ο ΑΧΙΛΛΕΥΣ ΔΙΝΕΙ ΤΗΝ ΒΡΙΣΗΙΔΑ ΣΤΟΥΣ ΦΟΒΙΣΜΕΝΟΥΣ ΚΗΡΥΚΕΣ ΚΑΙ ΩΣ ΕΚΔΙΚΗΣΙΝ ΣΤΟΝ ΑΤΡΕΙΔΗ, ΑΠΟΣΥΡΕΤΑΙ ΑΠΟ ΤΟΝ ΠΟΛΕΜΟΝ. Οἳ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, λαοὺς δ’ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· οἳ δ’ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, ἕρδον δ’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἠδ’ αἰγῶν παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο· κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. Ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ’ Ἀγαμέμνων λῆγ’ ἔριδος τὴν πρῶτον ἐπηπείλησ’ Ἀχιλῆϊ, ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· «Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται». Ὣς εἰπὼν προΐει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε· τὼ δ’ ἀέκοντε β