Η ΠΑΡΕΜΒΑΣΙΣ ΤΟΥ ΝΕΣΤΟΡΟΣ ΣΤΗΝ ΔΙΑΜΑΧΗ ΑΧΙΛΛΕΩΣ-ΑΓΑΜΕΜΝΟΝΟΣ, ΩΣΤΕ ΝΑ ΚΑΤΕΥΝΑΣΤΟΥΝ ΤΑ ΠΝΕΥΜΑΤΑ. ΣΗΜΕΙΩΣΕΙΣ ΕΠΙ ΤΟΥ ΠΡΩΤΟΥ ΟΝΟΜΑΤΟΣ ΤΗΣ ΣΗΜΕΡΙΝΗΣ ΠΕΛΟΠΟΝΝΗΣΟΥ ( < ΠΕΛΟΨ), ΤΗΝ ΟΠΟΙΑ Ο ΟΜΗΡΟΣ ΚΑΛΕΙ ΑΚΟΜΗ ΜΕ ΤΟ ΠΡΩΤΟΝ ΤΗΣ ΟΝΟΜΑ, ΗΤΟΙ ΑΠΙΑ ( < ΑΠΙΣ) «...ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, οὐδ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν σύμπαντας· τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περ χραισμεῖν, εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο θνήσκοντες πίπτωσι· σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας». Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ’ αὐτός· Ἀτρεΐδης δ’ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, τοῦ κα
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης