Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α' 488-510

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 488-510

Ο ΟΡΓΙΣΜΕΝΟΣ ΜΕ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ ΚΑΙ ΣΤΕΝΑΧΩΡΕΜΕΝΟΣ ΓΙΑ ΤΗΝ ΒΡΙΣΗΙΔΑ, ΑΧΙΛΛΕΥΣ ΑΠΕΧΕΙ ΑΠΟ ΤΟΝ ΠΟΛΕΜΟΝ. Η ΜΗΤΗΡ ΤΟΥ, ΘΕΤΙΣ ΠΗΓΑΙΝΕΙ ΝΑ ΠΑΡΑΚΑΛΕΣΕΙ ΤΟΝ ΔΙΑ ΝΑ ΑΠΟΚΑΤΑΣΤΗΣΕΙ ΤΗΝ ΤΙΜΗ ΤΟΥ ΑΧΙΛΛΕΩΣ αὐτὰρ ἐπεί ῥ’ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν· αὐτοὶ δ’ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. Αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν οὔτέ ποτ’ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ’ ἀϋτήν τε πτόλεμόν τε. Ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς, καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες πάντες ἅμα, Ζεὺς δ’ ἦρχε· Θέτις δ’ οὐ λήθετ’ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλ’ ἥ γ’ ἀνεδύσετο κῦμα θαλάσσης. ἠερίη δ’ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνο