Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα 393-430

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 393-430

Ο ΑΧΙΛΛΕΥΣ ΕΞΙΣΤΟΡΕΙ ΣΤΗΝ ΜΗΤΕΡΑ ΤΟΥ, ΘΕΤΙΝ ΟΣΑ ΕΧΟΥΝ ΣΥΜΒΕΙ ΚΑΙ ΤΗΣ ΛΕΕΙ ΝΑ ΠΑΕΙ ΝΑ ΠΑΡΑΚΑΛΕΣΕΙ ΤΟΝ ΔΙΑ ΝΑ ΒΟΗΘΗΣΕΙ ΤΟΥΣ ΤΡΩΕΣ, ΩΣΤΕ ΝΑ ΚΑΤΑΛΑΒΕΙ Ο ΑΓΑΜΕΜΝΩΝ ΤΗΝ ΑΤΙΜΩΣΙΝ ΠΟΥ ΤΟΥ ΕΚΑΝΕ ΚΑΙ ΤΗΝ ΑΞΙΑ ΤΟΥ ΩΣ ΠΟΛΕΜΙΣΤΟΥ. Η ΘΕΤΙΣ ΤΟΝ ΕΙΣΑΚΟΥΕΙ ΚΑΙ ΤΟΥ ΥΠΟΣΧΕΤΑΙ ΟΤΙ ΜΕ ΤΟ ΠΟΥ ΓΥΡΙΣΕΙ Ο ΖΕΥΣ ΑΠΟ ΤΟ ΤΑΞΙΔΙ ΤΟΥ ΣΤΗΝ ΑΙΘΙΟΠΙΑ, ΘΑ ΤΟΝ ΠΑΡΑΚΑΛΕΣΕΙ ΝΑ ΑΠΟΚΑΤΑΣΤΗΣΕΙ ΤΟ ΟΝΟΜΑ ΤΟΥ ΥΙΟΥ ΤΗΣ «ἄμμι δὲ μάντις εὖ εἰδὼς ἀγόρευε θεοπροπίας Ἑκάτοιο. αὐτίκ’ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· Ἀτρεΐωνα δ’ ἔπειτα χόλος λάβεν, αἶψα δ’ ἀναστὰς ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· ἐλθοῦσ’ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, ὁππότε μιν ξυν