Η ΗΡΑ ΠΑΙΡΝΕΙ ΕΙΔΗΣΙΝ ΤΗΝ ΣΥΖΗΤΗΣΙΝ ΠΟΥ ΕΙΧΕ Ο ΖΕΥΣ ΜΕ ΤΗΝ ΘΕΤΙΝ. ΤΟ ΖΕΥΓΑΡΙ ΚΑΤΑΛΗΓΕΙ ΝΑ ΤΣΑΚΩΝΕΤΑΙ ΑΣΧΗΜΑ ΚΑΙ ΤΟΥΣ ΣΤΑΜΑΤΑ Ο ΗΦΑΙΣΤΟΣ, Ο ΟΠΟΙΟΣ ΠΑΡΑΚΑΛΕΙ ΤΗΝ ΜΗΤΕΡΑ ΤΟΥ ΝΑ ΟΠΙΣΘΟΧΩΡΗΣΕΙ. ΟΙ ΤΟΝΟΙ ΠΕΦΤΟΥΝ, ΑΚΟΛΟΥΘΟΥΝ ΓΕΛΙΑ ΚΑΙ ΓΕΥΜΑ ΜΕΤΑ ΟΙΝΟΥ ΚΑΙ ΜΟΥΣΙΚΗΣ. ΥΣΤΕΡΑ ΟΙ ΘΕΟΙ ΑΠΟΣΥΡΟΝΤΑΙ ΣΤΑ ΔΩΜΑΤΑ ΤΟΥΣ ΚΑΙ Ο ΖΕΥΣ ΚΑΙ Η ΗΡΑ ΚΟΙΜΟΥΝΤΑΙ ΜΑΖΙ ΣΥΜΦΙΛΙΩΜΕΝΟΙ «...ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω». Ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπεῤῥώσαντο ἄνακτος κρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. Τώ γ’ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου, Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ’ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαν
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης