Η ΗΡΑ ΠΑΙΡΝΕΙ ΕΙΔΗΣΙΝ ΤΗΝ ΣΥΖΗΤΗΣΙΝ ΠΟΥ ΕΙΧΕ Ο ΖΕΥΣ ΜΕ ΤΗΝ ΘΕΤΙΝ. ΤΟ ΖΕΥΓΑΡΙ ΚΑΤΑΛΗΓΕΙ ΝΑ ΤΣΑΚΩΝΕΤΑΙ ΑΣΧΗΜΑ ΚΑΙ ΤΟΥΣ ΣΤΑΜΑΤΑ Ο ΗΦΑΙΣΤΟΣ, Ο ΟΠΟΙΟΣ ΠΑΡΑΚΑΛΕΙ ΤΗΝ ΜΗΤΕΡΑ ΤΟΥ ΝΑ ΟΠΙΣΘΟΧΩΡΗΣΕΙ. ΟΙ ΤΟΝΟΙ ΠΕΦΤΟΥΝ, ΑΚΟΛΟΥΘΟΥΝ ΓΕΛΙΑ ΚΑΙ ΓΕΥΜΑ ΜΕΤΑ ΟΙΝΟΥ ΚΑΙ ΜΟΥΣΙΚΗΣ. ΥΣΤΕΡΑ ΟΙ ΘΕΟΙ ΑΠΟΣΥΡΟΝΤΑΙ ΣΤΑ ΔΩΜΑΤΑ ΤΟΥΣ ΚΑΙ Ο ΖΕΥΣ ΚΑΙ Η ΗΡΑ ΚΟΙΜΟΥΝΤΑΙ ΜΑΖΙ ΣΥΜΦΙΛΙΩΜΕΝΟΙ
«...ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον
τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν
οὐδ’ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω».
Ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων·
ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπεῤῥώσαντο ἄνακτος
κρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον.
Τώ γ’ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου,
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα·
θεοὶ δ’ ἅμα πάντες ἀνέσταν
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες.
ὣς ὃ μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
ἠγνοίησεν ἰδοῦσ’ ὅτι οἱ συμφράσσατο βουλὰς
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
«Τίς δ’ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς».
Τὴν δ’ ἠμείβετ’ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
«Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
εἰδήσειν· χαλεποί τοι ἔσοντ’ ἀλόχῳ περ ἐούσῃ·
ἀλλ’ ὃν μέν κ’ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ’ ἀνθρώπων·
ὃν δέ κ’ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα».
Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·
«Αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
καὶ λίην σε πάρος γ’ οὔτ’ εἴρομαι οὔτε μεταλλῶ,
ἀλλὰ μάλ’ εὔκηλος τὰ φράζεαι ἅσσα ἐθέλῃσθα.
νῦν δ’ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
τῇ σ’ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν».
Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
«Δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ’ ἀπὸ θυμοῦ
μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
εἰ δ’ οὕτω τοῦτ’ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
ἀλλ’ ἀκέουσα κάθησο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ,
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ
ἆσσον ἰόνθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω».
Ὣς ἔφατ’ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
καί ῥ’ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
τοῖσιν δ’ Ἥφαιστος κλυτοτέχνης ἦρχ’ ἀγορεύειν
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
«Ἦ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐδ’ ἔτ’ ἀνεκτά,
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
μητρὶ δ’ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
νεικείῃσι πατήρ, σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ.
εἴ περ γάρ κ’ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
αὐτίκ’ ἔπειθ’ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν».
Ὣς ἄρ’ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
«Τέτλαθι, μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
θεινομένην, τότε δ’ οὔ τι δυνήσομαι ἀχνύμενός περ
χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα
ῥῖψε ποδὸς τετάγων ἀπὸ βηλοῦ θεσπεσίοιο,
πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι
κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν·
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα».
Ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ’ Ἀπόλλων,
Μουσάων θ’ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
Αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ’ Ὀλύμπιος ἀστεροπητής,
ἔνθα πάρος κοιμᾶθ’ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
ἔνθα καθεῦδ’ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη».
Τὸ ἤχητικὸν ἀπόσπασμα ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 533-611
Ἡ συνέχεια ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ (Α', 577-611)/ Β', 1-10
Σχόλια
Δημοσίευση σχολίου