Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α' 285-317

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 285-317

Η ΑΠΑΝΤΗΣΙΣ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ ΣΤΟΝ ΝΕΣΤΟΡΑ ΚΑΙ ΤΟ ΞΕΚΑΘΑΡΙΣΜΑ ΤΟΥ ΑΧΙΛΛΕΩΣ ΣΤΟΝ ΑΤΡΕΙΔΗ ΠΩΣ ΑΝ ΤΟΛΜΗΣΕΙ ΝΑ ΤΟΥ ΞΑΝΑΠΑΡΕΙ ΤΙΠΟΤΑ ΑΠΟ ΟΣΑ ΤΟΥ ΑΝΗΚΟΥΝ, ΘΑ ΤΟΝ ΣΚΟΤΩΣΕΙ. Ο ΑΓΑΜΕΜΝΩΝ ΕΠΙΣΤΡΕΦΕΙ ΤΗΝ ΧΡΥΣΗΙΔΑ ΣΤΟΝ ΠΑΤΕΡΑ ΤΗΣ  «Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε λίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο».  Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· «Ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ ἀνάσσειν, πᾶσι δὲ σημαίνειν, ἅ τιν’ οὐ πείσεσθαι ὀΐω· εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;»  Τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· «Ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· ἄλλοισιν δὴ ταῦτ’ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε σήμαιν’· οὐ γὰρ ἔγωγ’ ἔτι σοὶ πείσεσθαι ὀΐω. ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι· χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης οὔτε σοὶ