Μετάβαση στο κύριο περιεχόμενο

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 498-533

Ο ΖΕΥΣ ΜΕ ΒΑΡΙΑ ΚΑΡΔΙΑ ΣΥΓΚΑΤΑΝΕΥΕΙ ΣΕ ΟΣΑ ΤΟΝ ΠΑΡΕΚΑΛΕΙ Η ΘΕΤΙΣ ΓΙΑ ΤΟΝ ΥΙΟΝ ΤΗΣ 

-ἡ Θέτις- εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων

ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·

καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων

σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα

λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·


«Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα

ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·

τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων

ἔπλετ’· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων

ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·

τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ

υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ·. 


Ὣς φάτο· τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,

ἀλλ’ ἀκέων δὴν ἧστο· Θέτις δ’ ὡς ἥψατο γούνων

ὣς ἔχετ’ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·

«Νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον

ἢ ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ ἐῢ εἰδῶ

ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι». 


Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·

«Ἦ δὴ λοίγια ἔργ’ ὅ τέ μ’ ἐχθοδοπῆσαι ἐφήσεις

Ἥρῃ ὅτ’ ἄν μ’ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·

ἣ δὲ καὶ αὔτως μ’ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι

νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.

ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ

Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·


εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·

τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον

τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν

οὐδ’ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω». 


Ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων·

ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπεῤῥώσαντο ἄνακτος

κρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. 

Τώ γ’ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα

εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου,

Ζεὺς δὲ ἑὸν πρὸς δῶμα... 


Τὸ ἠχητικὸν ἀπόσπασμα ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 498-533 

Ἡ συνέχεια ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 533-611



Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΕΡΙ ΤΩΝ ΜΟΥΣΩΝ (ΜΕΡΟΣ 1ον)

Γράφει ὁ Ἀθανάσιος Σταγειρίτης (Ὠγυγία ἤ ἀρχαιολογία, βιβλ. Β', κεφ. Γ') περὶ τῶν Μουσῶν :  «Αἱ Μοῦσαι ἦσαν θυγατέρες, κατὰ μέν τινας, τοῦ δευτέρου, κατὰ δ' ἄλλους τοῦ τρίτου Διὸς καὶ τῆς Μνημοσύνης. Κατ' ἄλλους τοῦ Πιέρου*1 καὶ τῆς Πληΐδος ἤ τῆς Ἀντιόπης. Κατ' ἄλλους τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς, ἤ τοῦ Αἰθέρος καὶ τῆς Πλουσίας ἤ τοῦ Ἀπόλλωνος ἤ τοῦ Μέμνονος καὶ τῆς Θεσπίας. Φαίνεται ὅμως ὅτι αἱ Μοῦσαι ἦσαν πολλαὶ καὶ διάφοροι, ὅθεν καὶ ἡ διαφορὰ τῶν γονέων, τοῦ ἀριθμοῦ καὶ τῶν ὀνομάτων αὐτῶν· κατ' ἄλλους δὲ, ἦσαν δύω γενέσεις τῶν Μουσῶν καὶ αἱ μὲν πρῶται αἱ θυγατέρες τοῦ Οὐρανοῦ, ἦσαν ἐπὶ τῆς βασιλείας τοῦ Κρόνου· αἱ δὲ δεύτεραι ἦσαν θυγατέρες τοῦ Διὸς καὶ τῆς Μνημοσύνης, αἱ γνωστόταται καὶ ἐπισημόταται, κατὰ τὴν κοινὴν γνώμην.  Καὶ κατὰ μέν τινας ἦσαν δύω, κατ' ἄλλους δὲ τρεῖς, Μελέτη, Μνήμη καὶ Ἀοιδή*2, ἤ Κηφισός, Βορωσθενὶς καὶ Ἀπολλωνὶς ὀνομαζόμεναι καὶ ἰσάριθμοι μὲ τοὺς τρεῖς τόνους, τρεῖς χρόνους καὶ τρεῖς ἀριθμούς*3. Κατ' ἄλλους δέ, ἦσαν τέσσαρες, Θελ

Η ΓΝΩΜΗ ΤΩΝ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΩΝ ΓΙΑ ΤΗΝ ΚΙΝΑΙΔΕΙΑ (ΜΕΡΟΣ 1ον)

Γράφει ὁ Ἀριστοτέλης στὰ «Φυσιογνωμικά» του: « Κιναίδου σημεῖα ( =διακριτικὸ γνώρισμα τοῦ κιναίδου) ὄμμα ( =μάτι, θέα, θέαμα) κατακεκλασμένον ( =μαλθακόν, ἐκθηλυμένον), γονύκροτος ( =αὐτὸς ποὺ τὰ πόδια του ἐχουν κλίσιν καὶ ἀκουμπᾶ τὸ ἕνα γόνατον τὸ ἄλλον, παράγοντας κρότον· προφανῶς ἀπὸ τὸν τρόπο ποὺ κλίνουν τὰ πόδια τους οἱ κίναιδοι γιὰ νὰ ἐπιτύχουν τὴν σεῖσιν/κούνημα τῶν γλουτῶν τους). Ἐγκλίσεις τῆς κεφαλῆς ( =γέρνουν τὸ κεφάλι) εἰς τὰ δεξιά. Αἱ φοραὶ τῶν χειρῶν ὕπτιαι καὶ ἔκλυτοι ( =ἡ φορὰ τῶν χεριῶν τους εἶναι χαλαρή καὶ «ῥίχνεται» πρὸς τὰ πίσω· τὸ σπάσιμον τοῦ καρποῦ ἐν ὀλίγοις), καὶ βαδίσεις διτταί ( =βάδισμα ἀσαφές), ἡ μὲν περινεύοντος ( =κλίνω τὴν μία  πρὸς τὰ δεξιὰ καὶ τὴν ἄλλην πρὸς τὰ ἀριστερά), ἡ δὲ κρατοῦντος τὴν ὀσφύν ( =τὴν μέση κρατοῦντος)… τὰ περὶ τὸ πρόσωπον διεξυσμένα ( =λεῖα, ὁμαλά)… βδελυροὶ καὶ ἀναιδεῖς… οἱ γονύκροτοι κίναιδοι... ὅσοι δὲ ταῖς φωναῖς ἀξείαις ( =ὀξεῖες) μαλακαῖς ( =ἁπαλές) κεκλασμέναις ( =σπασμένες, ἐξασθενημένες, ὄχι βροντερές) διαλέγονται (

ΠΕΡΙ ΤΗΣ ΙΝΔΟΕΥΡΩΠΑΪΚΗΣ ΣΑΧΛΑΜΑΡΑΣ ( ΣΥΝΟΠΤΙΚΩΣ)

Ἡ ἰνδοευρωπαϊκὴ ἀνοησία εἶναι μία θεωρία γιὰ τὴν ὁποία θὰ μποροῦσε κανεὶς νὰ συζητᾶ ὧρες, ὅπως καὶ γιὰ ὁποιοδήποτε σενάριο ἐπιστημονικῆς φαντασίας. Ὅμως ἐπειδὴ ἔχει πάρει διαστάσεις ἀληθινῆς πανδημίας καὶ δυστυχῶς πλέον τὴν ἔχουν ἀσπαστεῖ καὶ διάφοροι ἔγκριτοι  <<γλωσσολόγοι>> ( τώρα τὸ ποῦ βασίζονται, ἐφόσον οἱ ὅποιες <<ἀποδείξεις>> εἶναι ἀνυπόστατες, ἀτεκμηρίωτες καὶ ἀβάσιμες, ἔγκειται μᾶλλον στὰ πλαίσια τῆς συγχρόνου ἐπιστημονικότητος! ), καλὸ εἶναι νὰ γίνει μία συνοπτικὴ παρουσίασις τοῦ πῶς ξεκίνησε καὶ καθιερώθηκε αὐτὸ τὸ ψεῦδος γιὰ τὴν γλῶσσα μας. Τουλάχιστον νὰ μὴν ἀναρωτιοῦνται οἱ περισσότεροι τί σημαίνει αὐτό τὸ <<Ι.Ε>>, <<σανσ.>>, παλαιότερα <<ἰαπετ.>>,  ποὺ συνοδεύει τὰ λήμματά μας μὲ τὴν ἀκατανόητη, μηδέποτε ὀμιλουμένη καὶ γεγραμμένη ῥίζα, ἡ ὁποία συμπληρώνει τὴν ἐτυμολογικὴ αὐτὴ παρωδία! Ἡ ἐν λόγῳ θεωρία προῆλθε ἀπὸ τὴν παρατήρησιν ὅτι οἱ ἀρχαῖες καὶ νεώτερες  γλῶσσες (σανσκριτική, ἑλληνική, κελτική, λατινική, γ