Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούλιος, 2024

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 285-317

Η ΑΠΑΝΤΗΣΙΣ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ ΣΤΟΝ ΝΕΣΤΟΡΑ ΚΑΙ ΤΟ ΞΕΚΑΘΑΡΙΣΜΑ ΤΟΥ ΑΧΙΛΛΕΩΣ ΣΤΟΝ ΑΤΡΕΙΔΗ ΠΩΣ ΑΝ ΤΟΛΜΗΣΕΙ ΝΑ ΤΟΥ ΞΑΝΑΠΑΡΕΙ ΤΙΠΟΤΑ ΑΠΟ ΟΣΑ ΤΟΥ ΑΝΗΚΟΥΝ, ΘΑ ΤΟΝ ΣΚΟΤΩΣΕΙ. Ο ΑΓΑΜΕΜΝΩΝ ΕΠΙΣΤΡΕΦΕΙ ΤΗΝ ΧΡΥΣΗΙΔΑ ΣΤΟΝ ΠΑΤΕΡΑ ΤΗΣ  «Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε λίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο».  Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· «Ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ ἀνάσσειν, πᾶσι δὲ σημαίνειν, ἅ τιν’ οὐ πείσεσθαι ὀΐω· εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;»  Τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· «Ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· ἄλλοισιν δὴ ταῦτ’ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε σήμαιν’· οὐ γὰρ ἔγωγ’ ἔτι σοὶ πείσεσθαι ὀΐω. ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι· χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης οὔτε σοὶ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 245-284

Η ΠΑΡΕΜΒΑΣΙΣ ΤΟΥ ΝΕΣΤΟΡΟΣ ΣΤΗΝ ΔΙΑΜΑΧΗ ΑΧΙΛΛΕΩΣ-ΑΓΑΜΕΜΝΟΝΟΣ, ΩΣΤΕ ΝΑ ΚΑΤΕΥΝΑΣΤΟΥΝ ΤΑ ΠΝΕΥΜΑΤΑ. ΣΗΜΕΙΩΣΕΙΣ ΕΠΙ ΤΟΥ ΠΡΩΤΟΥ  ΟΝΟΜΑΤΟΣ ΤΗΣ ΣΗΜΕΡΙΝΗΣ ΠΕΛΟΠΟΝΝΗΣΟΥ ( < ΠΕΛΟΨ), ΤΗΝ ΟΠΟΙΑ Ο ΟΜΗΡΟΣ ΚΑΛΕΙ ΑΚΟΜΗ ΜΕ ΤΟ ΠΡΩΤΟΝ ΤΗΣ ΟΝΟΜΑ, ΗΤΟΙ ΑΠΙΑ ( < ΑΠΙΣ)  «...ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, οὐδ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν σύμπαντας· τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περ χραισμεῖν, εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο θνήσκοντες πίπτωσι· σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας».  Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ’ αὐτός· Ἀτρεΐδης δ’ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, τοῦ κα

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 223-244

Η ΑΘΗΝΑ ΠΕΙΘΕΙ ΤΟΝ ΑΧΙΛΛΕΑ ΝΑ ΜΗ ΣΚΟΤΩΣΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ. Ο ΑΧΙΛΛΕΥΣ ΜΑΖΕΥΕΙ ΤΟ ΣΠΑΘΙ ΤΟΥ ΚΑΙ ΒΡΙΖΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ. ΤΟΥ ΟΡΚΙΖΕΤΑΙ ΑΚΟΜΑ ΠΩΣ ΘΑ ΜΕΤΑΝΟΙΩΣΕΙ ΠΙΚΡΑ ΓΙΑ ΤΗΝ ΣΥΜΠΕΡΙΦΟΡΑ ΤΟΥ ΑΠΕΝΑΝΤΙ ΤΟΥ  Πηλεΐδης δ’ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· «Οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο, οὔτέ ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔτε λόχον δ’ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν δῶρ’ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, οὐδ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας