Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτέμβριος, 2024

ΟΜΗΡΟΥ ΙΛΙΑΣ (Α', 577-611)/ Β', 1-10

ΜΕΤΑ ΤΗΝ ΛΟΓΟΜΑΧΙΑ ΔΙΟΣ-ΗΡΑΣ ΓΙΑ ΤΗΝ ΘΕΤΙΝ, ΑΚΟΛΟΥΘΕΙ ΦΑΓΟΠΟΤΙ ΚΑΙ ΥΣΤΕΡΑ ΑΠΑΝΤΕΣ ΟΙ ΘΕΟΙ ΑΠΟΣΥΡΟΝΤΑΙ ΣΤΑ ΔΩΜΑΤΙΑ ΤΟΥΣ ΓΙΑ ΝΑ ΚΟΙΜΗΘΟΥΝ. Ο ΖΕΥΣ ΔΕΝ ΜΠΟΡΕΙ ΝΑ ΚΟΙΜΗΘΕΙ, ΚΑΘΩΣ ΣΚΕΠΤΕΤΑΙ ΜΕ ΠΟΙΟΝ ΤΡΟΠΟΝ ΘΑ ΠΡΑΓΜΑΤΟΠΟΙΗΣΕΙ ΟΣΑ ΥΠΕΣΧΕΘΗ ΣΤΗΝ ΘΕΤΙΝ ΝΩΡΙΤΕΡΑ. ΑΠΟΦΑΣΙΖΕΙ ΤΕΛΙΚΩΣ ΝΑ ΣΤΕΙΛΕΙ ΤΟΝ ΑΠΑΤΗΛΟΝ ΟΝΕΙΡΟΝ ΣΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ, ΩΣΤΕ ΝΑ ΤΟΝ ΞΕΣΗΚΩΣΕΙ ΓΙΑ ΠΟΛΕΜΟΝ ΜΕ ΤΟΥΣ ΤΡΩΕΣ  μητρὶ δ’ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ. εἴ περ γάρ κ’ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· αὐτίκ’ ἔπειθ’ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν».  Ὣς ἄρ’ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· «Τέτλαθι, μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι θεινομένην , τότε δ’ οὔ τι δυνήσομαι ἀχνύμενός περ χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα ῥῖ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 533-611

Η ΗΡΑ ΠΑΙΡΝΕΙ ΕΙΔΗΣΙΝ ΤΗΝ ΣΥΖΗΤΗΣΙΝ ΠΟΥ ΕΙΧΕ Ο ΖΕΥΣ ΜΕ ΤΗΝ ΘΕΤΙΝ. ΤΟ ΖΕΥΓΑΡΙ ΚΑΤΑΛΗΓΕΙ ΝΑ ΤΣΑΚΩΝΕΤΑΙ ΑΣΧΗΜΑ ΚΑΙ ΤΟΥΣ ΣΤΑΜΑΤΑ Ο ΗΦΑΙΣΤΟΣ, Ο ΟΠΟΙΟΣ ΠΑΡΑΚΑΛΕΙ ΤΗΝ ΜΗΤΕΡΑ ΤΟΥ ΝΑ ΟΠΙΣΘΟΧΩΡΗΣΕΙ. ΟΙ ΤΟΝΟΙ ΠΕΦΤΟΥΝ, ΑΚΟΛΟΥΘΟΥΝ ΓΕΛΙΑ ΚΑΙ ΓΕΥΜΑ ΜΕΤΑ ΟΙΝΟΥ ΚΑΙ ΜΟΥΣΙΚΗΣ. ΥΣΤΕΡΑ ΟΙ ΘΕΟΙ ΑΠΟΣΥΡΟΝΤΑΙ ΣΤΑ ΔΩΜΑΤΑ ΤΟΥΣ ΚΑΙ Ο ΖΕΥΣ ΚΑΙ Η ΗΡΑ ΚΟΙΜΟΥΝΤΑΙ ΜΑΖΙ ΣΥΜΦΙΛΙΩΜΕΝΟΙ  «...ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω».  Ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπεῤῥώσαντο ἄνακτος κρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. Τώ γ’ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου, Ζεὺς δὲ ἑὸν πρὸς δῶμα·  θεοὶ δ’ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαν

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 498-533

Ο ΖΕΥΣ ΜΕ ΒΑΡΙΑ ΚΑΡΔΙΑ ΣΥΓΚΑΤΑΝΕΥΕΙ ΣΕ ΟΣΑ ΤΟΝ ΠΑΡΕΚΑΛΕΙ Η ΘΕΤΙΣ ΓΙΑ ΤΟΝ ΥΙΟΝ ΤΗΣ  -ἡ Θέτις- εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· «Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετ’· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ·.  Ὣς φάτο· τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, ἀλλ’ ἀκέων δὴν ἧστο· Θέτις δ’ ὡς ἥψατο γούνων ὣς ἔχετ’ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· «Νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ ἐῢ εἰδῶ ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι».  Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· «Ἦ δὴ λοίγια ἔ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 488-510

Ο ΟΡΓΙΣΜΕΝΟΣ ΜΕ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ ΚΑΙ ΣΤΕΝΑΧΩΡΕΜΕΝΟΣ ΓΙΑ ΤΗΝ ΒΡΙΣΗΙΔΑ, ΑΧΙΛΛΕΥΣ ΑΠΕΧΕΙ ΑΠΟ ΤΟΝ ΠΟΛΕΜΟΝ. Η ΜΗΤΗΡ ΤΟΥ, ΘΕΤΙΣ ΠΗΓΑΙΝΕΙ ΝΑ ΠΑΡΑΚΑΛΕΣΕΙ ΤΟΝ ΔΙΑ ΝΑ ΑΠΟΚΑΤΑΣΤΗΣΕΙ ΤΗΝ ΤΙΜΗ ΤΟΥ ΑΧΙΛΛΕΩΣ αὐτὰρ ἐπεί ῥ’ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν· αὐτοὶ δ’ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. Αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν οὔτέ ποτ’ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ’ ἀϋτήν τε πτόλεμόν τε. Ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς, καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες πάντες ἅμα, Ζεὺς δ’ ἦρχε· Θέτις δ’ οὐ λήθετ’ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλ’ ἥ γ’ ἀνεδύσετο κῦμα θαλάσσης. ἠερίη δ’ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνο

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 466-487

ΤΗΝ ΕΠΟΜΕΝΗ ΗΜΕΡΑ ΤΩΝ ΣΠΟΝΔΩΝ ΣΤΟΝ ΑΠΟΛΛΩΝΑ, Ο ΟΔΥΣΣΕΥΣ ΕΠΙΣΤΡΕΦΕΙ ΜΑΖΙ ΜΕ ΤΟΥΣ ΥΠΟΛΟΙΠΟΥΣ ΣΥΝΤΡΟΦΟΥΣ ΤΟΥ ΑΠΟ ΤΗΝ ΧΡΥΣΑ ΣΤΟ ΣΤΡΑΤΟΠΕΔΟΝ ΤΩΝ ΑΧΑΙΩΝ.  Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων. αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν· καῖε δ’ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ’ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,  ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο καλὸν ἀείδοντες Παιήονα/παιήονα κοῦροι Ἀχαιῶν μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετ’ ἀκούων.  Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέ