ΤΗΝ ΕΠΟΜΕΝΗ ΗΜΕΡΑ ΤΩΝ ΣΠΟΝΔΩΝ ΣΤΟΝ ΑΠΟΛΛΩΝΑ, Ο ΟΔΥΣΣΕΥΣ ΕΠΙΣΤΡΕΦΕΙ ΜΑΖΙ ΜΕ ΤΟΥΣ ΥΠΟΛΟΙΠΟΥΣ ΣΥΝΤΡΟΦΟΥΣ ΤΟΥ ΑΠΟ ΤΗΝ ΧΡΥΣΑ ΣΤΟ ΣΤΡΑΤΟΠΕΔΟΝ ΤΩΝ ΑΧΑΙΩΝ.
Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων.
αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν·
καῖε δ’ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ’ αἴθοπα οἶνον
λεῖβε· νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
καλὸν ἀείδοντες Παιήονα/παιήονα κοῦροι Ἀχαιῶν
μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετ’ ἀκούων.
Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότ’ ἔπειτ’ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
τοῖσιν δ’ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
οἳ δ’ ἱστὸν στήσαντ’ ἀνά θ’ ἱστία λευκὰ πέτασσαν,
ἐν δ’ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
στείρῃ πορφύρεον μεγάλ’ ἴαχε νηὸς ἰούσης·
ἣ δ’ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
αὐτὰρ ἐπεί ῥ’ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν·
αὐτοὶ δ’ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
Τὸ ἠχητικὸν ἀπόσπασμα ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 466-487
Σημειώσεις :
«πρῆσεν» : < πρήθω ( = φυσῶ, φουσκώνω, πρήζω καὶ συνεκδοχικῶς καίω, ἀνάπτω σὲ κάτι φωτιά φυσώντας), ἐξ οὗ καὶ τὰ πίμπρημι, πρήζω, πρηστήρ ( = θύελλα μετὰ κεραυνοῦ, ἀνεμοστρόβιλος), πρῆσμα ( =πρήξιμον, οἴδημα) κλπ· ἀλλὰ καὶ πλεῖστα σχετικὰ ἀλλόθροα ὅπως brûler, burn, bruciare, brennen, abrasar, brænde, brenne, bränna, brulotto ( =τὸ πυρπολικὸν πλοῖον, ἐξ οὗ καὶ τὸ ἀντιδάνειον μπουρλόττο) κοκ.
Σχόλια
Δημοσίευση σχολίου