Μία ἀπὸ τὶς ὡραιότερες σκηνὲς τῆς Ἰλιάδος εἶναι ἡ στιγμὴ ποὺ γιὰ τὰ μάτια μιᾶς γυναικός, τῆς Βρισηίδος, ὁ Ἀχιλλεὺς εἶναι ἕτοιμος νὰ σκοτώσει τὸν βασιλέα Ἀγαμέμνονα ποὺ τὴν διεκδικεῖ. Τελευταία στιγμὴ κι ἐνῶ ἔχει τραβήξει τὸ ξίφος του ὁ Ἀχιλλεὺς συγκρατεῖται ἀπὸ τὸ λογικὸν μέρος τῆς ψυχῆς. Ἡ θεὰ Ἀθηνᾶ (σοφία) τὸν τραβᾶ ἀπὸ τὰ ξανθὰ μαλλιά του, ὡς ὁ ἡνίοχος ἀναχαιτίζει τὸν μανιασμένον ἵππον του, τραβώντας του τὴν χαίτην.
ΟΜΗΡΟΥ ΙΛΙΑΣ Α', 195-222
Ο ΑΧΙΛΛΕΥΣ ΕΤΟΙΜΟΣ ΝΑ ΣΚΟΤΩΣΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ ΕΜΠΟΔΙΖΕΤΑΙ ΑΠΟ ΤΗΝ ΠΑΛΛΑΔΑ. Ο ΔΙΑΛΟΓΟΣ ΜΕΤΑΞΥ ΤΗΣ ΘΕΟΥ, ΚΟΡΗΣ ΤΟΥ ΔΙΟΣ ΚΑΙ ΤΟΥ ΔΙΣΕΓΓΟΝΟΥ ΤΟΥ ΔΙΟΣ, ΑΧΙΛΛΕΩΣ
(Ὣς φάτο· Πηλεΐωνι δ’ ἄχος γένετ’, ἐν δέ οἱ ἦτορ
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
τοὺς μὲν ἀναστήσειεν, ὃ δ’ Ἀτρεΐδην ἐναρίζοι,
ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν).
ἧος ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ’ Ἀθήνη
οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
οἴῳ φαινομένη· τῶν δ’ ἄλλων οὔ τις ὁρᾶτο·
θάμβησεν δ’ Ἀχιλεύς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω
Παλλάδ’ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Τίπτ’ αὖτ’ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
ᾗς ὑπεροπλίῃσι τάχ’ ἄν ποτε θυμὸν ὀλέσσῃ».
Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«Ἧλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
οὐρανόθεν· πρὸ δέ μ’ ἧκε θεὰ λευκώλενος Ἥρη
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
ἀλλ’ ἄγε λῆγ’ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
ὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν».
Τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·
ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ’ ἔκλυον αὐτοῦ».
Ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
ἂψ δ’ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ’ ἀπίθησε
μύθῳ Ἀθηναίης· ἣ δ’ Οὔλυμπον δὲ βεβήκει
δώματ’ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
Τὸ ἠχητικὸν ἀπόσπασμα ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 195-222
Σχόλια
Δημοσίευση σχολίου