ΣΤΗΝ ΑΓΟΡΑ Ο ΟΔΥΣΣΕΥΣ ΤΣΑΚΩΝΕΤΑΙ ΜΕ ΤΟΝ ΑΜΕΤΡΟΕΠΗ ΘΕΡΣΙΤΗ ΠΟΥ ΒΡΙΖΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ. Ο ΟΔΥΣΣΕΥΣ ΧΤΥΠΑ ΤΟΝ ΘΕΡΣΙΤΗ ΚΑΙ ΕΚΕΙΝΟΣ ΥΠΟΧΩΡΕΙ. ΜΕΤΑ ΤΗΝ ΔΙΕΝΕΞΙΝ, Ο ΟΔΥΣΣΕΥΣ ΒΓΑΖΕΙ ΛΟΓΟΝ ΣΤΗΝ ΠΑΝΣΤΡΑΤΕΙΑ ΤΩΝ ΑΧΑΙΩΝ «...ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων· ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο». Ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, Θερσίτης· τῷ δ’ ὦκα παρίστατο δῖος Ὀδυσσεύς, καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· «Θερσῖτ’ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο, μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι βασιλεῦσιν· οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον ἔμμεναι, ὅσσοι ἅμ’ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον. τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις, καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις. οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα, ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν. τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν, ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις. ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης