Ο ΟΔΥΣΣΕΥΣ ΚΑΤΑΦΕΡΝΕΙ ΝΑ ΑΓΕΙΡΕΙ ΠΑΛΙ ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΠΟΥ ΕΧΕΙ ΑΠΟΣΥΡΘΕΙ ΣΤΑ ΠΛΟΙΑ ΓΙΑ ΝΑ ΦΥΓΕΙ. ΣΤΗΝ ΑΓΟΡΑ Ο ΘΕΡΣΙΤΗΣ ΒΡΙΖΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ «δαιμόνι’ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς· οὐ γάρ πω σάφα οἶσθ’ οἷος νόος Ἀτρεΐωνος· νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε; μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν· θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, τιμὴ δ’ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς. Ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· δαιμόνι’ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, οἳ σέο φέρτεροί εἰσι, σὺ δ’ ἀπτόλεμος καὶ ἄναλκις οὔτέ ποτ’ ἐν πολέμῳ ἐναρίθμιος οὔτ’ ἐνὶ βουλῇ· οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί· οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι. Ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δ’ ἀγορὴν δὲ αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων ἠχῇ,
«Ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις», Ἀντισθένης