Ο ΟΔΥΣΣΕΥΣ ΚΑΤΑΦΕΡΝΕΙ ΝΑ ΑΓΕΙΡΕΙ ΠΑΛΙ ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΠΟΥ ΕΧΕΙ ΑΠΟΣΥΡΘΕΙ ΣΤΑ ΠΛΟΙΑ ΓΙΑ ΝΑ ΦΥΓΕΙ. ΣΤΗΝ ΑΓΟΡΑ Ο ΘΕΡΣΙΤΗΣ ΒΡΙΖΕΙ ΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ
«δαιμόνι’ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
οὐ γάρ πω σάφα οἶσθ’ οἷος νόος Ἀτρεΐωνος·
νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν
ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε;
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
τιμὴ δ’ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
Ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι,
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
δαιμόνι’ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
οἳ σέο φέρτεροί εἰσι, σὺ δ’ ἀπτόλεμος καὶ ἄναλκις
οὔτέ ποτ’ ἐν πολέμῳ ἐναρίθμιος οὔτ’ ἐνὶ βουλῇ·
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί·
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
Ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δ’ ἀγορὴν δὲ
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
Ἄλλοι μέν ῥ’ ἕζοντο, ἐρήτυθεν δὲ καθ’ ἕδρας·
Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
ἀλλ’ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
φολκὸς ἔην, χωλὸς δ’ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ’ ἐπενήνοθε λάχνη.
ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆϊ·
τὼ γὰρ νεικείεσκε· τότ’ αὖτ’ Ἀγαμέμνονι δίῳ
ὀξέα κεκλήγων λέγ’ ὀνείδεα· τῷ δ’ ἄρ’ Ἀχαιοὶ
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ ἐνὶ θυμῷ.
αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
«Ἀτρεΐδη τέο δ’ αὖτ’ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
πρωτίστῳ δίδομεν εὖτ’ ἂν πτολίεθρον ἕλωμεν.
ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
ἥν τ’ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
ὦ πέπονες κάκ’ ἐλέγχε’ Ἀχαιΐδες οὐκέτ’ Ἀχαιοὶ,
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ’ ἐῶμεν
αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ’ ἀμείνονα φῶτα
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο».
Τὸ ἠχητικὸν ἀπόσπασμα ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 198-242
Σχόλια
Δημοσίευση σχολίου