Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Β' 96-154

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 96-154

ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΤΩΝ ΑΧΑΙΩΝ ΠΕΦΤΕΙ ΣΤΗΝ ΠΑΓΙΔΑ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ ΚΑΙ ΕΙΝΑΙ ΕΤΟΙΜΟΝ ΝΑ ΓΥΡΙΣΕΙ ΣΤΗΝ ΠΑΤΡΙΔΑ. Η ΠΕΡΙΓΡΑΦΗ ΚΑΙ Η ΙΣΤΟΡΙΑ ΤΟΥ ΗΦΑΙΣΤΟΤΕΥΚΤΟΥ ΣΚΗΠΤΡΟΥ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ  μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος· οἳ δ’ ἀγέροντο. τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα λαῶν ἱζόντων, ὅμαδος δ’ ἦν·  ἐννέα δέ σφεας κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ’ ἀϋτῆς σχοίατ’, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. σπουδῇ δ’ ἕζετο λαός, ἐρήτυθεν δὲ καθ’ ἕδρας παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, αὐτὰρ ὃ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι, πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. τῷ ὅ γ’ ἐρεισάμενος ἔπε’ Ἀργείοισι μετηύδα· «ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ σχέτλιος, ὃς πρὶν μέν μοι ὑπ