Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα 166-197

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 166-197

Η ΑΘΗΝΑ ΤΡΕΧΕΙ ΣΤΙΣ ΝΗΕΣ ΤΩΝ ΑΧΑΙΩΝ ΝΑ ΤΟΥΣ ΕΜΠΟΔΙΣΕΙ ΝΑ ΠΑΛΙΝΝΟΣΤΗΣΟΥΝ ΚΑΙ ΝΑ ΕΓΚΑΤΑΛΕΙΨΟΥΝ ΤΟΝ ΠΟΛΕΜΟΝ. ΕΚΕΙ ΒΡΙΣΚΕΙ ΤΟΝ ΟΔΥΣΣΕΑ ΚΑΙ ΤΟΝ ΝΟΥΘΕΤΕΙ ΝΑ ΜΗΝ ΑΦΗΣΕΙ ΤΟΥΣ ΥΠΟΛΟΙΠΟΥΣ ΝΑ ΕΓΚΑΤΑΛΕΙΨΟΥΝ ΤΗΝ ΤΡΟΙΑ. Ο ΟΔΥΣΣΕΥΣ ΤΡΕΧΕΙ ΣΤΟ ΣΤΡΑΤΕΥΜΑ ΚΑΙ ΠΡΟΣΠΑΘΕΙ ΝΑ ΜΕΤΑΠΕΙΣΕΙ ΤΟΥΣ ΑΡΧΗΓΟΥΣ ΤΟΥ ΚΑΘΕ ΤΑΓΜΑΤΟΣ ΝΑ ΜΗΝ ΥΠΟΧΩΡΗΣΟΥΝ  Ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη, εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· «ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης, κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης· ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας».  Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη, βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα· καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. εὗρεν ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐσταότ’· οὐδ’ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης ἅπτετ’, ἐπεί