ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΤΩΝ ΑΧΑΙΩΝ ΠΕΦΤΕΙ ΣΤΗΝ ΠΑΓΙΔΑ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ ΚΑΙ ΕΙΝΑΙ ΕΤΟΙΜΟΝ ΝΑ ΓΥΡΙΣΕΙ ΣΤΗΝ ΠΑΤΡΙΔΑ. Η ΠΕΡΙΓΡΑΦΗ ΚΑΙ Η ΙΣΤΟΡΙΑ ΤΟΥ ΗΦΑΙΣΤΟΤΕΥΚΤΟΥ ΣΚΗΠΤΡΟΥ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ
μετὰ δέ σφισιν ὄσσα δεδήει
ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος· οἳ δ’ ἀγέροντο.
τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
λαῶν ἱζόντων, ὅμαδος δ’ ἦν·
ἐννέα δέ σφεας
κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ’ ἀϋτῆς
σχοίατ’, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
σπουδῇ δ’ ἕζετο λαός, ἐρήτυθεν δὲ καθ’ ἕδρας
παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν·
Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
αὐτὰρ ὃ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι,
πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
τῷ ὅ γ’ ἐρεισάμενος ἔπε’ Ἀργείοισι μετηύδα·
«ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι,
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
ἠδ’ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
ἀνδράσι παυροτέροισι, τέλος δ’ οὔ πώ τι πέφανται·
εἴ περ γάρ κ’ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
Τρώων δ’ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλ’ ἐπίκουροι
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ’ ἐθέλοντα
Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
αἳ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα
εἵατ’ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ’ ἱκόμεσθα.
ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν».
Ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
κινήθη δ’ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
πόντου Ἰκαρίοιο, τὰ μέν τ’ Εὖρός τε Νότος τε
ὤρορ’ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
λάβρος ἐπαιγίζων, ἐπί τ’ ἠμύει ἀσταχύεσσιν,
ὣς τῶν πᾶσ’ ἀγορὴ κινήθη· τοὶ δ’ ἀλαλητῷ
νῆας ἔπ’ ἐσσεύοντο, ποδῶν δ’ ὑπένερθε κονίη
ἵστατ’ ἀειρομένη· τοὶ δ’ ἀλλήλοισι κέλευον
ἅπτεσθαι νηῶν ἠδ’ ἑλκέμεν εἰς ἅλα δῖαν,
οὐρούς τ’ ἐξεκάθαιρον· ἀϋτὴ δ’ οὐρανὸν ἷκεν
οἴκαδε ἱεμένων· ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν.
Τὸ ἀπόσπασμα ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 96-154
Σημειώσεις :
«σκῆπτρον» : < σκήπτω = στηρίζω· ράβδος ἐπὶ τῆς ὁποίας ἐστηρίζοντο οἱ γέροντες ὅταν ἀπευθύνοντο εἰς τὸν λαόν. Ἀργότερον ἡ ράβδος αὐτή, μὲ περιωρισμένον τὸ μῆκος της, κατέστη σύμβολον ἐξουσίας. (Σύμβολον ἐξουσίας εἶναι καὶ ἡ κορώνη = στέφανος, στέμμα· ἐτυμολογεῖται ἐκ τῆς κορώνης, ἑνὸς εἴδους πτηνοῦ, κόρακος μὲ γαμψὸν ράμφος, ὅθεν συνεκδοχικῶς πᾶν κυρτόν, καμπύλον).
Σχετικῶς τώρα μὲ τὸ ἡφαιστότευκτον σκῆπτρον ὁ Ὅμηρος μᾶς ἐνημερώνει γιὰ τὴν ἱστορία παραδόσεώς του ἀπὸ τὸν Δία στὸν ἀπόγονόν του, τὸν Ἀγαμέμνονα.
Ὁ μέγας τεχνίτης, Ἥφαιστος λοιπὸν τὸ παραδίδει στὸν πατέρα τῶν θεῶν, τὸν Δία καὶ ἐκεῖνος μὲ τὴν σειρά του στὸν υἰόν του, τὸν Ἑρμῆν τὸν Ἀργεϊφόντη, ποὺ τὸν εἶχε βοηθήσει νὰ σκοτώσει τὸν Ἄργον (καὶ τὸν Ἱέρακα), ἐξ οὗ καὶ τὸ προσωνύμιον τοῦ ἀγγελιαφόρου τῶν θεῶν, σώζοντας ἔτσι τὴν ἀγαπημένη τοῦ Διός, Ἰὼ ἀπὸ τὰ βασανιστήριά της.
Ὁ Ἑρμῆς ἀργότερα τὸ παρέδωσε στὸν ἐγγονὸν τοῦ Διὸς (κατὰ κάποιες ἐκδοχές) καὶ υἰὸν τοῦ Ταντάλου, τὸν Πέλοπα, ὁ ὁποῖος καὶ μετωνόμασε τὴν πρώην Ἀπία (ἀπὸ Ἄπεως, υἰοῦ τοῦ Φορωνέως), μετέπειτα Πελασγία (ἀπὸ αὐτόχθονος Πελασγοῦ) καὶ Ἄργος (ἁπὸ Ἄργου), σὲ νῆσον δικήν του, δηλαδὴ στὴν σημερινὴ Πελοπόννησον. Μὲ τὴν παράδοσιν τοῦ σκήπτρου ὑπὸ τοῦ νεκροπομποῦ Ἑρμοῦ στὸν ἀναστηθέντα κατὰ τὸν μῦθον Πέλοπα, ξεκινοῦν καὶ ἐπισήμως τὰ βάσανα τῶν Πελοπίδων, καθὼς ὁ Πέλοψ γιὰ τὴν κατάκτησιν τῆς βασιλείας ἀπὸ τὸν πεθερόν του, Οἰνόμαον διὰ τῶν γάμων του μὲ τὴν θυγατέρα τοῦ βασιλέως τῆς Πίσης, τὴν Ἱπποδάμεια εἶχε σκοτώσει τὸν υἰὸν τοῦ Ἑρμοῦ καὶ ἡνίοχον τοῦ προαναφερθέντος βασιλέως, Οἰνομάου, τὸν Μύρτιλον (ἐξ οὗ καὶ τὸ Μυρτῶον πέλαγος, ὅπου καὶ ἐρρίφθη ὑπὸ τοῦ Πέλοπος, ὁ Μύρτιλος). Γι' αὐτὸ καὶ στὶς ἀρχαῖες πηγές (βλ. Παυσανία) συναντῶμεν τὸν Πέλοπα νὰ ἱδρύει τὸν πρῶτον ναὸν τοῦ Ἑρμοῦ στὴν Πελοπόννησον πρὸς ἐπίτευξιν τοῦ ἐξευμενισμοῦ του γιὰ τὴν δολοφονία τοῦ Μυρτίλου. Ἡ κατάρα ὅμως τοῦ Μυρτίλου, ὅταν πέθαινε, πρὸς τὴν γενιὰ τοῦ Πέλοπος φαίνεται πὼς ἐξεπληρώθη, ἀναλογιζόμενος κανεὶς τὸ τί ἀκολούθησε στὸ βασίλειον τῶν Πελοπίδων διαχρονικῶς.
Ὁ Πέλοψ ὕστερα παρέδωσε τὸ σκῆπτρον στὸν υἰόν του, τὸν Ἀτρέα κι ὁ Ἀτρεὺς πεθαίνοντας τὸ ἔδωσε στὸν ἀδελφόν του, τὸν Θυέστη. Ὁ Θυέστης τὸ ἄφησε ἀργότερα στὸν ἀνηψιόν του, τὸν Ἀγαμέμνονα, ὁ ὁποῖος καὶ ἐβασίλευε στοὺς Ἀχαιοὺς ἐπὶ τοῦ τρωϊκοῦ πολέμου.
Σχόλια
Δημοσίευση σχολίου