Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Αύγουστος, 2024

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 430-465

Ο ΟΔΥΣΣΕΥΣ ΦΤΑΝΕΙ ΣΤΗΝ ΧΡΥΣΑ ΚΑΙ ΠΑΡΑΔΙΔΕΙ ΤΗΝ ΧΡΥΣΗΙΔΑ ΣΤΟΝ ΠΑΤΕΡΑ ΤΗΣ, ΧΡΥΣΗΝ. Ο ΧΡΥΣΗΣ ΔΕΧΕΤΑΙ ΤΗΝ ΚΟΡΗ ΤΟΥ ΚΑΙ ΤΙΣ ΘΥΣΙΕΣ ΠΟΥ ΤΟΥ ΠΡΟΣΦΕΡΟΥΝ ΟΙ ΔΑΝΑΟΙ ΚΑΙ ΖΗΤΑ ΑΠΟ ΤΟΝ ΑΠΟΛΛΩΝΑ ΝΑ ΤΟΥΣ ΣΥΓΧΩΡΕΣΕΙ ΚΑΙ ΝΑ ΑΠΟΜΑΚΡΥΝΕΙ ΑΠΟ ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΤΟΥΣ ΤΟΝ ΛΟΙΜΟΝ. ΥΣΤΕΡΑ ΚΑΘΟΝΤΑΙ ΟΛΟΙ ΜΑΖΙ ΣΥΜΦΙΛΙΩΜΕΝΟΙ ΚΑΙ ΓΕΥΜΑΤΙΖΟΥΝ ΚΑΝΟΝΤΑΣ ΣΠΟΝΔΕΣ ΣΤΟΝ ΑΠΟΛΛΩΝΑ ΚΑΙ ΨΗΝΟΝΤΑΣ ΣΟΥΒΛΑΚΙΑ, ΣΕΦΤΑΛΙΕΣ ΚΑΙ ΚΟΚΟΡΕΤΣΙΑ ΠΟΥ ΕΦΤΙΑΞΑΝ ΟΙ ΙΔΙΟΙ  ««Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο· δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω».  Ὣς ἄρα φωνήσασ’ ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων...  αὐτὰρ Ὀδυσσεὺς ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. οἳ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, ἱστία μὲν στείλαντο, θέσαν δ’ ἐν νηῒ μελαίνῃ, ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες καρπαλίμως, τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 393-430

Ο ΑΧΙΛΛΕΥΣ ΕΞΙΣΤΟΡΕΙ ΣΤΗΝ ΜΗΤΕΡΑ ΤΟΥ, ΘΕΤΙΝ ΟΣΑ ΕΧΟΥΝ ΣΥΜΒΕΙ ΚΑΙ ΤΗΣ ΛΕΕΙ ΝΑ ΠΑΕΙ ΝΑ ΠΑΡΑΚΑΛΕΣΕΙ ΤΟΝ ΔΙΑ ΝΑ ΒΟΗΘΗΣΕΙ ΤΟΥΣ ΤΡΩΕΣ, ΩΣΤΕ ΝΑ ΚΑΤΑΛΑΒΕΙ Ο ΑΓΑΜΕΜΝΩΝ ΤΗΝ ΑΤΙΜΩΣΙΝ ΠΟΥ ΤΟΥ ΕΚΑΝΕ ΚΑΙ ΤΗΝ ΑΞΙΑ ΤΟΥ ΩΣ ΠΟΛΕΜΙΣΤΟΥ. Η ΘΕΤΙΣ ΤΟΝ ΕΙΣΑΚΟΥΕΙ ΚΑΙ ΤΟΥ ΥΠΟΣΧΕΤΑΙ ΟΤΙ ΜΕ ΤΟ ΠΟΥ ΓΥΡΙΣΕΙ Ο ΖΕΥΣ ΑΠΟ ΤΟ ΤΑΞΙΔΙ ΤΟΥ ΣΤΗΝ ΑΙΘΙΟΠΙΑ, ΘΑ ΤΟΝ ΠΑΡΑΚΑΛΕΣΕΙ ΝΑ ΑΠΟΚΑΤΑΣΤΗΣΕΙ ΤΟ ΟΝΟΜΑ ΤΟΥ ΥΙΟΥ ΤΗΣ «ἄμμι δὲ μάντις εὖ εἰδὼς ἀγόρευε θεοπροπίας Ἑκάτοιο. αὐτίκ’ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· Ἀτρεΐωνα δ’ ἔπειτα χόλος λάβεν, αἶψα δ’ ἀναστὰς ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· ἐλθοῦσ’ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, ὁππότε μιν ξυν

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 342-392

Ο ΑΧΙΛΛΕΥΣ ΔΙΝΕΙ ΤΗΝ ΑΓΑΠΗΜΕΝΗ ΤΟΥ ΒΡΙΣΗΙΔΑ ΣΤΟΝ ΑΓΑΜΕΜΝΟΝΑ. ΕΠΕΙΤΑ ΑΠΟΣΥΡΕΤΑΙ ΔΑΚΡΥΣΜΕΝΟΣ ΣΤΗΝ ΠΑΡΑΛΙΑ, ΩΣΤΕ ΝΑ ΜΕΙΝΕΙ ΜΟΝΟΣ ΤΟΥ. ΕΚΕΙ ΣΥΝΟΜΙΛΕΙ ΜΕ ΤΗΝ ΝΗΡΗΙΔΑ ΜΗΤΕΡΑ ΤΟΥ, ΘΕΤΙΝ, Η ΟΠΟΙΑ ΑΝΑΔΥΕΤΑΙ ΑΠΟ ΤΟΝ ΒΥΘΟΝ ΓΙΑ ΝΑ ΡΩΤΗΣΕΙ ΤΟ ΠΑΙΔΙ ΤΗΣ ΓΙΑΤΙ ΚΛΑΙΕΙ «Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται».  Ὣς εἰπὼν προΐει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε· τὼ δ’ ἀέκοντε βάτην παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο, Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, τὸν δ’ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ἥμενον· οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο· αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· «Χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, ἆσσον ἴτ’· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ’ Ἀγαμέμνων, ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. ἀλλ’ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην καί σφωϊν δὸς ἄγειν· τὼ δ’ αὐτὼ μάρτυροι

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Α', 318-341

Ο ΑΓΑΜΕΜΝΩΝ ΔΙΑΤΑΖΕΙ ΤΟΝ ΤΑΛΘΥΒΙΟΝ ΚΑΙ ΤΟΝ ΕΥΡΥΒΑΤΗ ΝΑ ΤΟΥ ΦΕΡΟΥΝ ΑΠΟ ΤΗΝ ΣΚΗΝΗ ΤΟΥ ΑΧΙΛΛΕΩΣ ΤΗΝ ΒΡΙΣΗΙΔΑ. ΤΟΥΣ ΛΕΕΙ ΠΩΣ ΑΝ ΔΕΝ ΤΟΥΣ ΤΗΝ ΔΩΣΕΙ ΝΑ ΤΟΥ ΜΗΝΥΣΟΥΝ ΠΩΣ ΘΑ ΠΑΕΙ Ο ΙΔΙΟΣ ΜΕ ΤΟΝ ΣΤΡΑΤΟΝ ΤΟΥ ΝΑ ΤΗΝ ΠΑΡΕΙ. Ο ΑΧΙΛΛΕΥΣ ΔΙΝΕΙ ΤΗΝ ΒΡΙΣΗΙΔΑ ΣΤΟΥΣ ΦΟΒΙΣΜΕΝΟΥΣ ΚΗΡΥΚΕΣ ΚΑΙ ΩΣ ΕΚΔΙΚΗΣΙΝ ΣΤΟΝ ΑΤΡΕΙΔΗ, ΑΠΟΣΥΡΕΤΑΙ ΑΠΟ ΤΟΝ ΠΟΛΕΜΟΝ. Οἳ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, λαοὺς δ’ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· οἳ δ’ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, ἕρδον δ’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἠδ’ αἰγῶν παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο· κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. Ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ’ Ἀγαμέμνων λῆγ’ ἔριδος τὴν πρῶτον ἐπηπείλησ’ Ἀχιλῆϊ, ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· «Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται». Ὣς εἰπὼν προΐει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε· τὼ δ’ ἀέκοντε β