Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2024

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 166-197

Η ΑΘΗΝΑ ΤΡΕΧΕΙ ΣΤΙΣ ΝΗΕΣ ΤΩΝ ΑΧΑΙΩΝ ΝΑ ΤΟΥΣ ΕΜΠΟΔΙΣΕΙ ΝΑ ΠΑΛΙΝΝΟΣΤΗΣΟΥΝ ΚΑΙ ΝΑ ΕΓΚΑΤΑΛΕΙΨΟΥΝ ΤΟΝ ΠΟΛΕΜΟΝ. ΕΚΕΙ ΒΡΙΣΚΕΙ ΤΟΝ ΟΔΥΣΣΕΑ ΚΑΙ ΤΟΝ ΝΟΥΘΕΤΕΙ ΝΑ ΜΗΝ ΑΦΗΣΕΙ ΤΟΥΣ ΥΠΟΛΟΙΠΟΥΣ ΝΑ ΕΓΚΑΤΑΛΕΙΨΟΥΝ ΤΗΝ ΤΡΟΙΑ. Ο ΟΔΥΣΣΕΥΣ ΤΡΕΧΕΙ ΣΤΟ ΣΤΡΑΤΕΥΜΑ ΚΑΙ ΠΡΟΣΠΑΘΕΙ ΝΑ ΜΕΤΑΠΕΙΣΕΙ ΤΟΥΣ ΑΡΧΗΓΟΥΣ ΤΟΥ ΚΑΘΕ ΤΑΓΜΑΤΟΣ ΝΑ ΜΗΝ ΥΠΟΧΩΡΗΣΟΥΝ  Ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη, εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· «ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης, κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης· ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας».  Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη, βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα· καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. εὗρεν ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐσταότ’· οὐδ’ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης ἅπτετ’, ἐπεί

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 155-165

ΟΙ ΑΧΑΙΟΙ ΕΙΝΑΙ ΕΤΟΙΜΟΙ ΝΑ ΕΓΚΑΤΑΛΕΙΨΟΥΝ ΤΗΝ ΤΡΟΙΑ ΚΑΙ ΝΑ ΠΑΛΙΝΝΟΣΤΗΣΟΥΝ. Η ΗΡΑ ΦΩΝΑΖΕΙ ΣΤΗΝ ΑΘΗΝΑ ΝΑ ΤΟΥΣ ΕΜΠΟΔΙΣΟΥΝ  Ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη, εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· «ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης, κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης· ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας».  Τὸ ἠχητικὸν ἀπόσπασμα ἐδῶ :  ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 155-165

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 96-154

ΤΟ ΣΤΡΑΤΕΥΜΑ ΤΩΝ ΑΧΑΙΩΝ ΠΕΦΤΕΙ ΣΤΗΝ ΠΑΓΙΔΑ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ ΚΑΙ ΕΙΝΑΙ ΕΤΟΙΜΟΝ ΝΑ ΓΥΡΙΣΕΙ ΣΤΗΝ ΠΑΤΡΙΔΑ. Η ΠΕΡΙΓΡΑΦΗ ΚΑΙ Η ΙΣΤΟΡΙΑ ΤΟΥ ΗΦΑΙΣΤΟΤΕΥΚΤΟΥ ΣΚΗΠΤΡΟΥ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ  μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος· οἳ δ’ ἀγέροντο. τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα λαῶν ἱζόντων, ὅμαδος δ’ ἦν·  ἐννέα δέ σφεας κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ’ ἀϋτῆς σχοίατ’, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. σπουδῇ δ’ ἕζετο λαός, ἐρήτυθεν δὲ καθ’ ἕδρας παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, αὐτὰρ ὃ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι, πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. τῷ ὅ γ’ ἐρεισάμενος ἔπε’ Ἀργείοισι μετηύδα· «ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ σχέτλιος, ὃς πρὶν μέν μοι ὑπ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 76-96

ΜΕΤΑ ΤΟΝ ΛΟΓΟΝ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ ΣΤΗΝ ΒΟΥΛΗ ΤΩΝ ΓΕΡΟΝΤΩΝ ΑΚΟΛΟΥΘΕΙ Ο ΛΟΓΟΣ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ΠΥΛΟΥ, ΝΕΣΤΟΡΟΣ. ΕΠΕΙΤΑ ΓΙΝΕΤΑΙ ΓΕΝΙΚΗ ΕΠΙΣΤΡΑΤΕΥΣΙΣ ΚΑΙ ΤΙΘΕΤΑΙ ΣΕ ΕΦΑΡΜΟΓΗ ΤΟ ΣΧΕΔΙΟΝ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο, τοῖσι δ’ ἀνέστη Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· «ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι· ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν».  Ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, οἳ δ’ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν· αἳ μέν τ’ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος· οἳ δ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 37-75

Ο ΑΓΑΜΕΜΝΩΝ ΞΥΠΝΑ ΜΕΤΑ ΤΟ ΟΝΕΙΡΟΝ, ΝΤΥΝΕΤΑΙ, ΟΠΛΙΖΕΤΑΙ, ΠΑΙΡΝΕΙ ΤΟ ΣΚΗΠΤΡΟΝ ΤΟΥ ΚΑΙ ΣΥΝΑΓΕΙΡΕΙ ΤΑ ΞΗΜΕΡΩΜΑΤΑ ΤΟΥΣ ΓΗΡΑΙΟΤΕΡΟΥΣ-ΕΜΠΕΙΡΟΤΕΡΟΥΣ ΤΟΥ ΣΤΡΑΤΕΥΜΑΤΟΣ ΤΟΥ ΓΙΑ ΝΑ ΤΟΥΣ ΑΝΑΚΟΙΝΩΣΕΙ ΤΙ ΕΙΔΕ ΣΤΟΝ ΥΠΝΟΝ ΤΟΥ, ΠΡΟΕΤΟΙΜΑΖΟΝΤΑΣ ΤΟΥΣ ΣΥΝΑΜΑ ΓΙΑ ΤΗΝ ΜΑΧΗ ΠΟΥ ΕΠΕΤΑΙ. ΩΣ ΑΡΧΗΓΟΣ ΤΟΥΣ ΕΝΗΜΕΡΩΝΕΙ ΓΙΑ ΤΟ ΣΧΕΔΙΟΝ ΠΟΥ ΕΧΕΙ ΚΑΤΑΣΤΡΩΣΕΙ, ΩΣΤΕ ΝΑ ΔΟΚΙΜΑΣΕΙ ΤΟ ΗΘΙΚΟΝ ΤΟΥ ΣΤΡΑΤΕΥΜΑΤΟΣ ΤΟΥ, ΠΡΙΝ ΤΟΥΣ ΒΓΑΛΕΙ ΣΤΟΝ ΠΟΛΕΜΟΝ Ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ τὰ φρονέοντ’ ἀνὰ θυμὸν ἅ ῥ’ οὐ τελέεσθαι ἔμελλον· φῆ γὰρ ὅ γ’ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· θήσειν γὰρ ἔτ’ ἔμελλεν ἐπ’ ἄλγεά τε στοναχάς τε Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. ἔγρετο δ’ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ’ ὀμφή· ἕζετο δ’ ὀρθωθείς, μαλακὸν δ’ ἔνδυνε χιτῶνα καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων· Ἠὼς μέν

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 11-36

Ο ΑΠΑΤΗΛΟΣ ΟΝΕΙΡΟΣ ΜΕΤΑ ΑΠΟ ΔΙΑΤΑΓΗ ΤΟΥ ΔΙΟΣ ΠΗΓΑΙΝΕΙ ΣΤΗΝ ΣΚΗΝΗ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ. Ο ΟΝΕΙΡΟΣ ΜΕΤΑΜΟΡΦΩΜΕΝΟΣ ΣΤΟΝ ΝΕΣΤΟΡΑ ΛΕΕΙ ΣΤΟΝ ΚΑΘΕΥΔΟΝΤΑ ΑΓΑΜΕΜΝΟΝΑ ΝΑ ΕΠΙΤΕΘΕΙ ΣΤΟΥΣ ΤΡΩΕΣ, ΔΙΑΒΕΒΑΙΩΝΟΝΤΑΣ ΤΟΝ ΠΩΣ ΟΙ ΘΕΟΙ ΠΛΕΟΝ ΕΙΝΑΙ ΟΛΟΙ ΜΕ ΤΟ ΜΕΡΟΣ ΤΩΝ ΑΧΑΙΩΝ «βάσκ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται».  Ὣς φάτο, βῆ δ’ ἄρ’ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, βῆ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν εὕδοντ’ ἐν κλισίῃ, περὶ δ’ ἀμβρόσιος κέχυθ’ ὕπνος. στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ’ Ἀγαμέμνων· τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· «εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρ