ΟΙ ΑΧΑΙΟΙ ΕΙΝΑΙ ΕΤΟΙΜΟΙ ΝΑ ΕΓΚΑΤΑΛΕΙΨΟΥΝ ΤΗΝ ΤΡΟΙΑ ΚΑΙ ΝΑ ΠΑΛΙΝΝΟΣΤΗΣΟΥΝ. Η ΗΡΑ ΦΩΝΑΖΕΙ ΣΤΗΝ ΑΘΗΝΑ ΝΑ ΤΟΥΣ ΕΜΠΟΔΙΣΟΥΝ
Ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη,
εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
«ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης,
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας».
Τὸ ἠχητικὸν ἀπόσπασμα ἐδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 155-165
Σχόλια
Δημοσίευση σχολίου