ΜΕΤΑ ΤΟΝ ΛΟΓΟΝ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ ΣΤΗΝ ΒΟΥΛΗ ΤΩΝ ΓΕΡΟΝΤΩΝ ΑΚΟΛΟΥΘΕΙ Ο ΛΟΓΟΣ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ΠΥΛΟΥ, ΝΕΣΤΟΡΟΣ. ΕΠΕΙΤΑ ΓΙΝΕΤΑΙ ΓΕΝΙΚΗ ΕΠΙΣΤΡΑΤΕΥΣΙΣ ΚΑΙ ΤΙΘΕΤΑΙ ΣΕ ΕΦΑΡΜΟΓΗ ΤΟ ΣΧΕΔΙΟΝ ΤΟΥ ΑΓΑΜΕΜΝΟΝΟΣ
Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο, τοῖσι δ’ ἀνέστη
Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
«ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν».
Ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
οἳ δ’ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν·
αἳ μέν τ’ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος· οἳ δ’ ἀγέροντο.
τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
λαῶν ἱζόντων, ὅμαδος δ’ ἦν·
Τὸ ἠχητικὸν ἀπόσπασμα έδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 76-96
Ἡ συνέχεια έδῶ : ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Β', 96-154
Σχόλια
Δημοσίευση σχολίου