Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΟΜΗΡΟΥ ΙΛΙΑΣ Γ' 291-343

ΟΜΗΡΟΥ ΙΛΙΑΣ, Γ', 291-343

ΟΙ ΟΡΚΟΙ ΑΧΑΙΩΝ-ΤΡΩΩΝ ΚΑΙ Ο ΛΟΓΟΣ ΤΟΥ ΠΡΙΑΜΟΥ ΣΤΑ ΔΥΟ ΑΝΤΙΠΑΛΑ ΣΤΡΑΤΕΥΜΑΤΑ. Η ΑΠΟΧΩΡΗΣΙΣ ΤΟΥ ΠΡΙΑΜΟΥ ΑΠΟ ΤΟ ΠΕΔΙΟΝ ΤΗΣ ΜΑΧΗΣ ΚΑΙ Η ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΤΟΥ ΠΕΔΙΟΥ, ΑΛΛΑ ΚΑΙ Η ΚΛΗΡΩΣΙΣ ΓΙΑ ΤΟ ΠΟΙΟΣ ΘΑ ΞΕΚΙΝΗΣΕΙ ΠΡΩΤΟΣ ΤΗΝ ΜΟΝΟΜΑΧΙΑ, ΑΠΟ ΤΟΝ ΕΚΤΟΡΑ ΚΑΙ ΤΟΝ ΟΔΥΣΣΕΑ. Ο ΚΛΗΡΟΣ ΠΕΦΤΕΙ ΣΤΟΝ ΠΑΡΙΝ. Ο ΠΑΡΙΣ ΕΝΔΥΕΤΑΙ ΤΗΝ ΠΑΝΟΠΛΙΑ ΤΟΥ, ΟΜΟΙΩΣ ΚΑΙ Ο ΜΕΝΕΛΑΟΣ. Η ΜΟΝΟΜΑΧΙΑ ΠΑΡΙΔΟΣ-ΜΕΝΕΛΑΟΥ ΞΕΚΙΝΑ...  Ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ· καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. οἶνον δ’ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν ἔκχεον, ἠδ’ εὔχοντο θεοῖς αἰειγενέτῃσιν. ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· «Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος αὐτῶν καὶ τεκέων, ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν.»  Ὣς ἔφαν, οὐδ’ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· «κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί· ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπ